De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
«Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,» κατὰ τὸ γεγραμμένον. Ἔπρεπε δὲ καὶ τῶν τοιούτων ἡ προαγόρευσις, καὶ μὴν καὶ ἡ δήλωσις, τῶν περὶ Χριστοῦ λόγων, δι' ὃν καὶ ἐν ᾧ τὰ ἐφθαρμένα σώζεται, καὶ τὸ θανάτῳ τυραννούμενον ἀνατέθηλεν εἰς ζωὴν, τετελεύτηκε μὲν γὰρ ἡ ῥίζα τοῦ ἀνθρωπείου γένους οἷά τις μήτηρ, ὡς ἐν Ἀδὰμ, πλὴν οἱ ἐξ αὐτῆς, τοῦτ' ἔστιν, ἡμεῖς, ἀνεθάλλομεν ἐν Χριστῷ καὶ ἐσμὲν καὶ σωζόμεθα, ζωὴν ἔχοντες αὐτὸν καὶ ῥίζαν ὥσπερ τοῦ γένους δευτέραν. {ΠΑΛΛ.} Ὡς εὖ γε δὴ καὶ μάλα ἀπεζεσμένως ὁ λόγος ἔχει. {ΚΥΡ.} Ἄξιον δὲ, ὦ Παλλάδιε, τοῖς εἰρημένοις ἐπενεγκεῖν, τό· «Οὐ φυτεύσεις σεαυτῷ ἄλσος· πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου, οὐ ποιήσεις σεαυτῷ, οὐ στήσεις σεαυτῷ στήλην, ἃ ἐμίσησε Κύριος ὁ Θεός σου.» Θέα γὰρ ὅπως εἰδωλοπρεποῦς ἀπάτης ἐξοικίζει παντελῶς τὸν τῆς ἀληθείας προσκυνητὴν, ἥκιστα μὲν ἐφιεὶς, τοῖς Ἑλλήνων ἀποκεχρῆσθαι νόμοις, ἀποσείεσθαι δὲ δεῖν τὰ παρ' ἐκείνοις ἔθη παρεγγυῶν, κἂν εἰ μηδὲν ἔχοιεν τὸ λυποῦν, καὶ εἰ γένοιντο τυχόν. {ΠΑΛΛ.} Οἷόν τι φής; {ΚΥΡ.} Τὰ εὐερνέστατα τῶν φυτῶν πάντα τε ἀμφιλαφῶς κομῶντα δρυμὸν καταλαμβάνοντες Ἕλληνες. βωμοὺς καὶ θυσίας τοῖς δαιμονίοις ἵστασαν. Ἔδει γὰρ, ἔδει τοῖς τῶν δαιμονίων βωμοῖς ἀποφορὰν ὥσπερ νοῦ, καὶ μὴν καὶ τέρψεις παραπεπῆχθαι κοσμικάς. Νοσεῖ γὰρ τὸ ψεῦδος οἴκοθεν μὲν τὸ ἄναλκι, κατακαλλύνεται δὲ πολλάκις τοῖς εἰσποιητοῖς ὡραϊσμοῖς, 68.705 καθάπερ ἀμέλει καὶ τῶν γυναίων τὰ ἄσεμνα. Τῷ δὲ θείῳ θυσιαστηρίῳ τῷ τῆς ἀληθείας ἀπαστράπτοντι κάλλει, ποίων ἔδει τῶν ἔξωθεν ἐπικουρημάτων, ἤγουν εἰκαίων ὡραϊσμῶν; οὐ γὰρ διὰ τέρψεως κοσμικῆς προσιτὸν τὸ θεῖον, οὐδὲ ἀνειμένῳ τρόπον τινὰ νῷ καὶ ἀνάπτοντι πρὸς τὰ σαρκικὰ, ἀλλ' ὡς ἐν νηφούσῃ διανοίᾳ καὶ πολὺ πρὸς τὸ ἄνω βλεπούσῃ καὶ ἐν οὐρανοῖς. Εἴπερ ἦν ὅλως καὶ ὑπὸ πρέμνα τυχὸν, ὡς ἐκ ταυτομάτου γεγονὸς θεῖόν που θυσιαστήριον, ἠδίκησεν ἂν τὸ χρῆμα οὐδὲν τὸν ἀσφαλῆ καὶ γνήσιον τοῦ Σωτῆρος προσκυνητήν· ἐπειδὴ δέ ἐστιν ὅλως Ἑλληνικὸν τὸ ἐπιτήδευμα, παραιτητέον τὴν μίμησιν, καὶ τῆς συνηθείας τὸ ἐμφερὲς, καθάπερ ἀμέλει, τῷ μὲν πιστῷ καὶ βεβηκότι νῷ πρὸς ἀληθῆ εἴδησιν, εἴδωλον μὲν οὐδὲν ἐν κόσμῳ, ἀλλ' οὐδὲ εἰδωλόθυτόν ἐστιν, ἐσθίειν γε μὴν οὐκ ἐφίεται παρεγγυῶντος ἑτέρου διὰ τὴν τῶν ἀσθενεστέρων συνείδησιν· «Ἵνα τί γὰρ ἐγὼ κρίνομαι ὑπὸ ἄλλης συνειδήσεως; Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι, ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;» εὐδοκιμεῖ τοιγαροῦν τὸ χρῆμα παρὰ Θεῷ τὸ παραιτεῖσθαί φημι τὴν πρὸς Ἕλληνας ἰσουργίαν, ὡς ἔν τε τῇ τῶν θυσιαστηρίων θέσει, καὶ ἐν τοῖς περὶ θρησκείας ἔθεσί τε καὶ τρόποις. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Τὸ δὲ δὴ χρῆναι καρποφορεῖν εἰς δόξαν Θεοῦ, καὶ μὴ κενὰς χεῖρας ἔχοντας εἰς τὴν ἁγίαν ἰέναι σκηνὴν, διεσάφει πάλιν ἡμῖν τὸ Γράμμα τὸ ἱερὸν, ἐν τοῖς Ἀριθμοῖς οὕτως ἔχον· «Καὶ ἐγένετο, ᾗ ἡμέρᾳ συνετέλεσε Μωσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνὴν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά. Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν. Οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου. Καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν, λέγων· Λάβε παρ' αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. Καὶ λαβὼν Μωσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις.» Καὶ οὐ μέχρι τούτων τὰ ἐκ τῶν φυλάρχων ἦν· προσεπενήνεκται δὲ καὶ ἕτερα. Γέγραπται γὰρ, «Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἄρχων εἷς καθ' ἡμέραν, ἄρχων καθ' ἡμέραν προσοίσουσι τὰ