De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τῆς αἰτίας ἀπήλλακται, καὶ οὐκ ἀληθὲς ἐπ' αὐτῇ τὸ ὑπειλημμένον, ἐκσπερματιεῖ σπέρμα.» {ΠΑΛΛ.} Τίς οὖν ὁ λόγος; ἢ πῶς ἂν ἡμῖν καὶ διὰ τῶν ἀρτίως ὠνομασμένων, ὁ Χριστὸς σημαίνοιτο; {ΚΥΡ.} ∆ιὰ μὲν γὰρ τοῦ ὕδατος τοῦ ζῶντος καὶ καθαροῦ, τὸν ζωοποιὸν συνήσεις τὸν Θεοῦ Λόγον, τὸν ἀληθῶς καθαρὸν, καὶ ἁμαρτίας ἀμέτοχον παντελῶς, ὃς ἐν σαρκὶ γέγονε, καθάπερ ἐν ὀστρακίνῳ σκεύει. Χοῦς γὰρ ὅτι καὶ ἀπὸ γῆς ἡ σὰρξ, πῶς ἂν ἢ πόθεν ἀμφίβολον; ∆ιὰ δέ γε τῆς ἀπὸ τῆς σκηνῆς γῆς, τὸν ἐν θανάτῳ νοήσεις δι' ἡμᾶς· εἴρηται γὰρ τῇ ἀνθρώπου φύσει· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» ∆ιὰ δέ γε τῶν λόγων τῆς ἀρᾶς, τὸν ὑπὲρ ἡμῶν γεγονότα κατάραν, διὰ τὸ ἐπὶ ξύλου κρεμασθῆναι, συνήσεις εὖ μάλα. Γέγραπται γὰρ, ὅτι καὶ «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ὅταν τοίνυν εἰς τὸ τῆς ἀνθρωπίνης διανοίας καθίκοιτο βάθος, Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ἐνόχους μὲν ὄντας πταίσμασιν, ἐλέγξει κολάζων· κατειλημμένους δὲ οὐκ ἐν τούτοις, καρποφόρους ἀποφανεῖ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, ἐκσπερματιεῖ σπέρμα, τῆς ψυχῆς τὸ καρπογόνον, τοῦ σωματικοῦ σημαίνοντος πάθους. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Πορνεία μὲν οὖν καὶ τὰ σαρκὸς πάθη κατακιβδηλεύει τὸν ἄνθρωπον, καὶ τῆς πρὸς Θεὸν ἐξίστησιν οἰκειότητος· οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Σάρκα δὲ, καθάπερ ἐγᾦμαι, τὸ σαρκικὸν ὀνομάζει φρόνημα. Νοοῖτο γὰρ ἂν ὡδὶ τὸ γεγραμμένον ὀρθῶς. Τρόπος δὲ αὖ πρὸς τόδε φαυλότητος, καὶ μὴν καὶ ἠθῶν ῥυθμὸς ἀγριότητος, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων ἐξιτηλία, βδελυροὺς ἡμᾶς καὶ ἀνιέρους ἀποτελεῖ. Οὐ γάρ τοι προσήκει σαρκικῶν ἡμᾶς μόνων κατανδρίζεσθαι παθῶν, ἀλλὰ καὶ ἠθῶν ἡμερότητι διαπρέπειν, καὶ ἀγάπης ὅτι μάλιστα τῆς εἰς ἀδελφοὺς ἐπιμελητὰς ἀναφαίνεσθαι, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ὁρᾶσθαι κατεστεμμένους, καὶ πρός γε δὴ τούτοις, λεπτὸν καὶ ἐξησκημένον ἔν γε δὴ σφίσιν αὐτοῖς ἔχειν τὸν νοῦν, ταῖς περὶ Θεοῦ δόξαις ἀδιαστρόφως προσβάλλοντα, καὶ ἐν δογμάτων ἐρεύναις πανταχῆ σώζοντα τὸ ἀμωμήτως ἔχον· τέλειοι γὰρ οἱ τοιοίδε, κατὰ τὸ ἀληθὲς οὐδενὸς ὄντες τῶν ἀρίστων ἐπιδεεῖς· ἄρτιον γὰρ εἶναι δεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος· «Ἄρ-τιον» δέ φησι τὸν εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτυμένον, καὶ ἐπιτηδείως ἔχοντα πρὸς τὸ κατορθοῦν εὖ μάλα δύνασθαι τὴν ἀρετήν. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Θέα δὴ οὖν ὅπως αἰνιγματωδῶς ὁ νόμος εἰς 68.916 ἀνθρωπίνων ἠθῶν ὑποτύπωσιν, ζῶά τε πολλὰ τῶν ἀλόγων, καὶ μὴν καὶ πτηνῶν καὶ ἐνύδρων γένη παρενεγκὼν, κατὰ μυρίους ἡμᾶς ὀνίνησι τρόπους. Καὶ μή τι θαυμάσῃς, ὅπου καὶ αὐτοῖς ἔσθ' ὅτε παρεικάζει φυτοῖς, ἀπὸ τῆς ἑκάστου ποιότητος φυσικῆς. κατασημαίνων ἀστείως τὰ ἐφ' ἑκάστῳ τῶν καθ' ἡμᾶς. Ἔφη γάρ που Θεὸς διὰ φωνῆς Ἡσαΐου, τῶν εἰς Χρι-στὸν διὰ πίστεως ἀνατεθαλκότων εἰς ζωὴν τὰς εὐοσμίας ὑποδηλῶν, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, καὶ μὴν καὶ ὑψώματα τὰ εἰς ἀρετήν· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ ζῶν, καὶ ἐν γῇ ἀνύδρῳ ποταμοὺς, καὶ θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην.» Καὶ πάλιν· «Καὶ ἔσται,» φησὶν, «ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται κυπάρισσος· ἀντὶ δὲ κονύζης, ἀναβήσεται μυρσίνη·» στοιβὴν, οἶμαί που, καὶ κόνυζαν, τὰς ἀνημέρους ἔτι ψυχὰς, καὶ ἐν εἴδει τῆς ἀγρίας ἀκάνθης ἐκφαινομένας παρά γε τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὀνομάζων εὐφυῶς. Ἀλλὰ καὶ λίθοις ἔσθ' ὅτε τὸ σεπτὸν τῶν ἁγίων παρεικάζεται στίφος· «Λίθοι γὰρ ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.» Καὶ μὴν καὶ ζύμῃ προσεοικέναι καὶ κόκκῳ σινάπεως τὴν τῶν οὐρανῶν βασιλείαν ἔφασκεν ὁ Σωτήρ. Ἐκ πολλῶν οὖν ἄρα καὶ ἐναργεστάτων παραδειγμάτων καταδηλοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὰ ἀνθρώπινα. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Ἄθρει δὴ οὖν ὅτι μυρία μὲν ὅσα κτηνῶν εἴδη, καὶ μὴν τὰ πτηνῶν καὶ τὰ νηκτῶν παρενεγκοῦσα χρησίμως, τὰ μὲν, ὡς ἀκάθαρτα καταμιαίνει παντελῶς, τὰ δὲ αὖ προσίεταί τε καὶ ἀπαλλάττει διαβολῆς, ἵν' εἰδεῖεν ὀρθῶς οἱ Θεῷ λατρεύοντες, τίνα μὲν δρῶντες, οὐκ εἰσδεχθεῖεν ἄν· τίνων δὲ νουνεχῶς