De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δουλείας· υἱοὶ γὰρ οἱ μένοντες ἐν τῇ οἰκίᾳ, καὶ οὐχὶ δοῦλοι, φησίν. {ΠΑΛΛ.} Ἀστειότατα ἔχει. {ΚΥΡ.} Προσεπάγων δὲ ὁ νόμος τὸ, «Οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοῖς υἱοῖς αὐτοῦ,» παραδηλοῖ τι τοιοῦτον, ὡς οὐκ ἄν ποτε Χριστὸς, αὐτὸς γὰρ ἡμῶν ἡγούμενος, διανείμαι τισὶ τῶν ἡγιασμένων, τὸν οὐκ αὐτοῖς πρέποντα κλῆρον. Ἢ γὰρ, οὐχὶ μερὶς ὥσπερ τις ἑτέρα, καὶ κλῆρος ἕτερος, τοῖς οὐχ ὁλοκλήρως ἁνατεθεικόσι Θεῷ τὴν ἑαυτῶν ζωήν· ἕτερος δὲ καὶ ἐξαίρετος τοῖς ἐξειλεγμένοις καὶ εἰς λῆξιν διεληλακόσι τῆς ἐν Χριστῷ λαμπρότητος; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἀκαλλὲς ἁγίοις, τὸ παρὰ Χριστοῦ δέχεσθαι ζητεῖν ἃ τοῖς ἐν κόσμῳ πρέπει, καὶ πολιτείαν ἐπιτηδεύουσι τὴν οὐκ εἰσάπαν ἡγιασμένην. Ζητητέον δὲ μᾶλλον, σαρκικὸν μὲν οὐδὲν, θεῖα δὲ πάντα καὶ πνευματικά· οὕτω καὶ αὐτὸς ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους ποιεῖσθαι προσέταττε τῆς ἱκετείας τοὺς λόγους, διαπλάττων εὖ μάλα πρὸς τὸ ἁγιοπρεπὲς τὴν αἴτησιν. «Οὕτως» γὰρ, φησὶν, «ὑμεῖς προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Τοῖς οὖν αἰτοῦσιν οὐ καθηκόντως, ἃ μὴ δίδωσιν ὁ ἡγούμενος, λελέξεται πρὸς ἡμῶν· «Αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.» Ὅτι δέ ἐστιν ἀληθὴς ὁ λέγων πρὸς τὸν Θεὸν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» πάλιν ἡμῖν ὑπαινίττεται λέγων ὁ νόμος, ὅτι «Ταύτης ἕνεκα τῆς αἰτίας, οὐ μὴ λάβῃ ὁ ἀφηγούμενος, ἐκ τῆς κληρονομίας τοῦ λαοῦ αὐτοῦ, τοῦ κατακληρονομῆσαι τοὺς υἱοὺς αὐτοῦ, ὅπως, φησὶ, μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἀπὸ τῆς κληρονομίας αὐτοῦ.» Ἡτοίμασται γὰρ ὥσπερ ἑκάστῳ κλῆρος ἴδιος, καὶ ἀναλόγως τοῖς κατωρθωμένοις ἡ μερὶς παρὰ Θεοῦ. Ἢ καὶ τάχα που, φησὶν, ὡς ἔστι τῶν ἄγαν ἐκτόπων μεθίστασθαι καὶ ἐπιθυμεῖν τοὺς ἡγιασμένους, ὧν ἂν ἔχοιεν οἱ φρονοῦντες τὰ ἐν κόσμῳ, πρόσκαιρα δὲ ταῦτα καὶ σαρκικὰ, καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνοντα. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Κλῆροι μὲν οὖν ἰδικοὶ, καὶ μέντοι καὶ πόλεις τῶν ἄλλων ἐξῃρημέναι τοῖς ἁγίοις ἱερουργοῖς, παρὰ Θεοῦ τὰ γέρα, κοινὴν δὲ ὥσπερ ἁπάντων ὁρίζει τὴν μίαν καὶ διαβόητον Ἱερουσαλήμ· ἔφη γὰρ οὕ 68.877 τως ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ὑμῶν, ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ οὗ αὐτὸς παροικεῖ, καθὸ ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ εἰς τόπον ὃν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὥσπερ πάντες ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐνώπιον Κυρίου, μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως αὐτοῦ τῆς κατὰ τὴν πατριάν.» Ἑνὸς γὰρ ὄντος Θεοῦ πανταχῆ τῶν ἱερέων ἅπτεσθαι χρὴ τοὺς εἴς γε τουτὶ παρενηνεγμένους, καὶ ψήφῳ τῇ ἄνωθεν ἀπολελεγμένους. Τοῦτό τοι καὶ νῦν ἐν Ἐκκλησίαις τετήρηται, καὶ τετίμηται πρὸς ἡμῶν ὁ νόμος· πόλις μὲν γὰρ ἑκάστῳ καὶ κλῆρος ἴδιος τῶν ἐξειλεγμένων εἰς ἱερωσύνην, συμπαραλαμβάνεται δὲ πρὸς ἱερουργίαν, κἂν εἰ ἐξ ἑτέρας εἰς ἑτέραν ἴοι τυχὸν, ἢ πόλιν ἢ χώραν, καὶ συνεσθίει μετὰ τῶν ἱερέων, καὶ τοῖς τῆς ἀγάπης τιμᾶται νόμοις· ἔοικε δέ τι καὶ μυστικὸν, καθάπερ ἐγῷμαι, πάλιν ὁ νόμος ὑποδηλοῦν. Μυρίαι μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην χῶραί τε καὶ πόλεις ἐν αἷς ἅγιαί τε καὶ θεοφιλεῖς ἀνθρώπων ψυχαὶ λειτουργοῦσι Θεῷ, διά γε τοῦ ζῇν ἐννόμως, καὶ πολιτεύεσθαι μὲν εὐαγγελικῶς, καταθύειν δὲ ὥσπερ αὐτῷ τὰ εἰς ὀσμὴν εὐωδίας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς, πίστιν, ἐλπίδα, ἀγάπην, ὑπομονὴν, πραότητα, φιλοπτωχίαν· «Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεὸς,» κατὰ τὰς Γραφάς. Ἀλλ' οἵδε δὴ πάντες καθάπερ εἰς μίαν καὶ κοινὴν μητέρα συνθέουσι τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν ἄνω καλλίπολιν, τὴν σκηνὴν τὴν ἀληθινὴν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, ἐκεῖ καθαρώτερον λειτουργήσομεν, ἐξαιρεθείσης μὲν ἡμῶν τῆς