De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
γὰρ ἐν τούτοις ἡ βάσανος, καὶ οὐκ ἀκερδὲς τὸ ἄπραγμον, διανοίας δὲ ἀνθρωπίνης ἀφεστήξει πολὺ καὶ μακράν που τὸ χρῆμα κείσεται. Εἰ γὰρ καὶ φθίνει τυχὸν τὸ στοιχεῖον, ἀλλ' ὅ γε σώφρων καὶ ἐμμελὴς οὐδὲν ἧττον ἔσται τοιοῦτος, καὶ οὐκ ἂν ταῖς ἐκείνου συνιζήσει αὐγαῖς ἐπὶ τὸ μεῖον ὁ νοῦς, οὐδ' ἂν μεταθεῖτο τῶν πραγμάτων ἡ φύσις ἐπὶ τὸ αἴσχιόν τε καὶ ἄμεινον ταῖς τοῦ στοιχείου δυνάμεσι κατηναγκασμένη. Ἀεὶ γάρ πως συμπαρομαρτεῖ τοῖς μὲν τῶν ἀρίστων δημιουργοῖς τὸ χρῆναι μεταλαχεῖν παντὸς ἀγαθοῦ, τοῖς γε μὴν τῶν φαύλων ἐργάταις, τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Θαυμάζω δὲ ὅτι φθινούσης σελήνης, καὶ εἰς τὸ τοῦ μηνὸς διερπούσης τέλος, χρήσταις μὲν οὖσιν αὐτοῖς καὶ ἄγαν ἐρασιχρημάτοις αὐξάνουσιν οἱ τόκοι, καὶ ἁδρότερα τῶν δεδανεικότων ἀποτελεῖται τὰ βαλάντια, συγκατισχνοῦσθαι δὲ τῷ στοιχείῳ καὶ συναῤῥωστεῖν ἀναγκαίως τὰ ἕτερα τῶν πραγμάτων, οὐκ οἶδ' ὅπως ὑπειλήφασιν. Ἢ οὐκ εἶναι φὴς γελοιότητός τε καὶ ἀσυνεσίας ἔμπλεω ταυτί; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Τὸ μὲν τοῖς οὕτως φληνάφως ὑπειλημμένοις μακροὺς ἀντεξάγειν λόγους, εἰκαῖον οἶμαί που. Νοσεῖ γὰρ ἐξ ἑαυτῶν, κἂν εἰ μή τις λέγοι, τὸ ἀκαλλές. Ἴωμεν δὲ μᾶλλον ἐπ' ἐκεῖνο νυνί. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Καταμυσάττεσθαί μοι δοκεῖ τήν τε πέμπτην καὶ ὀγδόην ἡμέραν ὁ Σατανᾶς, καὶ τὴν τῆς σελήνης ἐκ πλησιφαοῦς ἀνόπιν ὁδὸν, ἤτοι τῆς συνόδου τὸν 68.465 καιρὸν, τουτέστι, τὴν τεσσαρεσκαιδεκάτην, δι' αἰτίαν τοιαύτην, κἂν εἰ παμποίκιλος ὢν καὶ δριμὺς εἰς κακουργίαν, ἑτέρας αὐτοῖς ἐπιπλέκει τὰς ἀφορμάς· τοὺς γάρ τοι καιροὺς ἤτοι τὰς ἡμέρας, ἐν αἷς αὐτὸν τῆς καθ' ἡμῶν τυραννίδος ἀπολισθεῖν συμβέβηκεν, ἐπιλάμψαντος ἡμῖν τοῦ Μονογενοῦς ἐν ἀνθρωπείᾳ μορφῇ καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς, τάχα που καὶ ἐν ψιλαῖς ἐννοίαις ἑλεῖν οὐκ ἀνέχεται. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, πέμπτος ἡμῖν ἀπαριθμεῖται καιρὸς, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας; {ΠΑΛΛ.} Συνίημι ὃ φὴς, ἀπό γε τῆς εὐαγγελικῆς παραβολῆς. Ἐξεληλυθέναι γὰρ ἔφη Χριστὸς, τὸν τοῖς ἐργάταις εἰς τὸν ἀμπελῶνα μισθούμενον, περὶ ὥραν πρώτην, τρίτην τε καὶ ἕκτην, καὶ ἐννάτην καὶ ἑνδεκάτην, τουτέστιν, ἐν τῷ τελευταίῳ καιρῷ, καθ' ὃν ἐπεφάνη τε καὶ ἐπέλαμψεν ἡμῖν. {ΚΥΡ.} Νουνεχέστατά γε καὶ λίαν ὀρθῶς εἴρηκας. Τί δέ; οὐχὶ τῇ πέμπτῃ τοῦ Σαββάτου παραδεδόσθαι φαμὲν αὐτὸν, καὶ εἰς ἀρχὰς ὥσπερ ἥκειν τῆς ὅλης οἰκονομίας, δι' ἧς οἱ πάντες ἀνασεσώσμεθα, τὸν σωτήριον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρὸν τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Κατήργηκε δὲ τὸν θάνατον, καὶ ἀνεβίω πάλιν, σκυλεύσας τὸν ᾅδην, οὐκ ἐν ὀγδόῃ, τουτέστι, τῇ μιᾷ τῶν Σαββάτων, {ΠΑΛΛ.} Οὐκ ἀμφίβολον. {ΚΥΡ.} Καὶ γοῦν ὁ πάλαι νόμος τὴν ἐν σαρκὶ περιτομὴν, ὑποτύπωσίν τινα τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ, διετύπου πράττεσθαι κατὰ τὴν ὀγδόην. Περιτομὴ δέ γε τῆς ἀρχαίας ἐκείνης ἡ προφερεστέρα, τουτέστιν, ἡ ἐν πνεύματι, Πνεύματός ἐστιν ἁγίου μέθεξις, καὶ χάρις ἡ ἐν ἀρχαῖς, ἢν, ἐπείπερ ἐκ νεκρῶν ἀνεβίω, πάλιν ἀνεκαίνισεν, ἡμῖν ὁ Χριστὸς, λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἔφη δέ που καὶ ὁ μακάριος Παῦλος, ὅτι «Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Ἡμέρα γε μὴν τῆς σωτηρίου ταύτης καὶ πολυεύκτου σφαγῆς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη. Οὕτω καὶ ὁ νόμος προανεκήρυττεν ἐναργῶς τῆς τοῦ Σωτῆρος ἡμῶν σφαγῆς τὸν καιρὸν, ἢν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομεμενηκέναι φαμὲν αὐτόν· «Τῇ γὰρ δεκάτῃ, φησὶ, τοῦ μηνὸς τοῦ πρώτου, λαβέτωσαν ἑαυτοῖς πρόβατον κατ' οἴκους, κατ' ἀριθμὸν, φησὶ, ψυχῆς συλλέξουσι, καὶ ἔσται διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸν πρὸς ἑσπέραν πᾶν τὸ πλῆθος τῶν υἱῶν Ἰσραήλ.» Ἀκούεις ὅπως ἀπὸ δεκάτης ληφθὲν, εἰς τεσσαρεσκαιδεκάτην ἐφυλάττετο τοῖς πάλαι τὸ ἱερεῖον, ἵνα τὸν πέμπτον νοήσῃς καιρὸν, καθ' ὃν γενόμενος ἄνθρωπος τὸν ὑπὲρ ἡμῶν ὑπέστη θάνατον, φθινούσης ἤδη τῆς σελήνης, ἣ καὶ εἰς ἀρχὰς τέτακται τῆς νυκτός; Μυστηρίου δὲ τὸ χρῆμα τύπος, καὶ ὑποσημαίνειν ἔοικεν ἰσχνῶς, τῆς τοῦ διαβόλου