De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
φρονήματος ὑπερορᾷν εἰθισμένος, ἥκιστά γε ἀγαπῶν τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ, δι' ὧν εὖ μάλα σημαίνεται, τό γε ἁρπάζειν εἰδὸς, καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος· καὶ τοῦ μὲν πρώτου τύπος ὁ ἰκτῖνος, θατέρου γε μὴν, ὁ μελάντατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς, οἱ δρι 68.932 μεῖς εἰς πονηρίαν, καὶ ἀσυμφανῆ τοῖς πολλοῖς ἔν γε δὴ σφίσιν αὐτοῖς τὴν τῶν ἠθῶν ἔχοντες μοχθηρίαν. Παραπέφυκε δὲ ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι, τὸ πλεονεκτεῖν ἐθέλειν οὓς ἂν δύναιντο τυχὸν, καὶ πολυτρόποις κακουργίας ἐκπολιορκεῖν εὑρήμασιν, καθαρπάζειν δὲ οὕτω, καὶ τοῦτο ἀπλήστως. Ταύτῃτοι συνάπτει λέγων εὐθύ· «Καὶ στρουθὸν καὶ λάρον.» Ἀπληστότατα γὰρ οἶμαι ταυτὶ, καὶ τὸ παρεμπίπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι «Καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταῤῥάκτην, καὶ ἴβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον.» Καταγράψειαν δ' ἂν ἐφ' ἑαυτοῖς καὶ τόδε τοὺς ὠμῶς καὶ ἀγρίως ἐπιβουλεύοντας ἑτέροις, καὶ ἀσχέτως ἐπιφυομένους, οἷς ἂν δύναιντο τυχὸν, ὡς καὶ αὐτὸν ἐπιφέρειν οὐ παραιτεῖσθαί τισι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρῶσκε· δεινῶς παντὸς ἀσθενεστέρου πτηνοῦ, καὶ κατὰ στρουθίων ἴεται, καὶ διόλλυσι λαβὼν, καταῤῥάκτης γε μὴν, καὶ ἴβις, καὶ πορφυρίων, προσθείην δ' ἂν ὅτι καὶ πελεκᾶνος, ἐπιμαίνονται τοῖς ἰχθύσι, καὶ τροφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκεν εἰς τρόπους καὶ ἠθῶν ἀγριότητα, οἱ παρ' οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς, διά γε τὸ σφίσιν αὐτοῖς ἡδύ· οἳ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς, καὶ τοῦτο εἰσάπαν ἀκούσειαν ἂν εἰκότως καὶ πρός γε ἡμῶν αὐτῶν· «Μὴ τὰ ἑαυτῶν ζητεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων· ἡ γὰρ ἀγάπη, φησὶ, τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.» Παραιτεῖσθαι δὲ δεῖν ἔφη πάλιν γλαῦκα, καὶ ἐρωδιὸν, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῶν, ἔποπα καὶ νυκτερίδα. Νυκτὸς δὲ οἶμαι φίλα ταυτὶ, καὶ χαίροντα μὲν τῷ σκότει, καὶ πτῆσιν ὡς ἡδυτάτην ἐν αὐτῷ ποιεῖσθαι μεμελετηκότα, κατεχθραίνοντα δὲ τὸ ἡλίου φῶς, καὶ τὸ ἐν αὐτῷ τι δρᾷν μὴ ἀνεχόμενα· εἶεν δ' ἂν οἱ τοιοίδε σαφῶς, οἱ τῶν φαύλων ἐργάται. Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη Χριστὸς, ὅτι «Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται εἰς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Ἀκάθαρτα δὲ καὶ τὰ ἑρπετὰ τῶν πετεινῶν, «ἃ πορεύεται,» φησὶν, «ἐπὶ τεσσάρων,» οἷον φέρε εἰπεῖν τὰ μυιῶν, καὶ εἴ τι τούτοις ἀγχοῦ. Μυρία δὲ ὅσα ταυτὶ μικρὰ καὶ ἀπόπτυστα, καὶ τὴν εἰς τὸ ὑψοῦ πτῆσιν οὐκ ἔχοντα. Τίς οὖν ἄρα ἐστὶ λόγος τοῦ καὶ ἐπ' αὐτὰ τὸν νόμον ἐλθεῖν, περιαθρεῖν ἀναγκαῖον. Ὥσπερ γὰρ ὅτε τῶν κτηνῶν ἐποιεῖτο μνήμην, τὴν κάμηλον ὀνομάσας, προσετίθει τὸν λαγωὸν, ἐν ἴσῳ που πάντως ἀκαθάρτους ἀποφαίνων τοὺς ἐπὶ φαυλότητι διαβεβλημένους, κἂν εἰ μέγας τις εἴη καὶ μικρὸς (προσωποληψία γὰρ οὐκ ἔστι παρὰ τῷ Θεῷ, κατὰ τὸ γεγραμμένον)· οὕτω κἀνθάδε διαμέμνηται μὲν ἀετοῦ, καὶ τῶν πτηνῶν ὀνομάσας τὸν βασιλεύτατον, κάτεισι δὲ πάλιν καὶ ἐπ' αὐτὸ τὸ βραχὺ τῶν πτεροφορεῖν εἰωθότων, ἐν ἴσῳ τιθεὶς μικρόν τε καὶ μέγαν, εἰ τῶν ἐκτόπων εἴη δημιουργὸς, καὶ τὸ διαβεβλῆσθαι δεῖν, ἀνεξίτητον ἔχοι. Ὑπεξάγει γε μὴν τοῦ τοιούτου γέ 68.933 νους, ἀκρίδα καὶ βροῦχον, καὶ τὰ τούτοις ἐμφερῆ, διάτοι τὸ εὐσθενὲς, ὡς ἀναθρώσκειν δύνασθαι, καὶ ἥκιστα μὲν ἐμφιλοχωρεῖν τοῖς κάτω, αἴρεσθαι δὲ πολλάκις εἰς τὸ ὑψοῦ, καὶ διαπηδᾷν εὐκόλως. Τοιουτοσὶ δέ πως, ὁ βίον μὲν ἔχων τὸν κοσμικὸν, ἐπιεικείας γε μὴν τῆς ἄλλης καὶ ἀγάπης τῆς εἰς Θεὸν οὐκ εἰσάπαν ἠμοιρηκώς· ὁ γὰρ τοιοῦτος, οὐ τοῖς ἐπιγείοις παντελῶς ἐνδέδεται, καὶ ἐνιζάνει τοῖς κάτω, μεμελέτηκε δέ πως καὶ τὰ ἄνω φρονεῖν, καὶ εὐδοκιμεῖν ἔσθ' ὅτε, πρὸς τὰ ἄνω διαπηδῶν καὶ τῶν ἐπιγείων ὑπεριπτάμενος. Τὸν δὲ τῶν ἀκαθάρτων ἀποθιγγάνοντα καὶ μεμολυσμένον, ἀποπλύνεσθαι μὲν δεῖ τὸ ἱμάτιον· πρὸς ἑσπέραν δὲ, καθαρὸν ἔσεσθαί φησι, τὸ