De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἐγᾦμαι, τὸ ἄναλκι τῆς τὰ πάντα ζωογονούσης ζωῆς, εἰ τὸ πρὸς αὐτῆς γεγονὸς εἰς ζωὴν, συνδιόλλυσθαί φαμεν τοῖς προσκαίροις σώμασι. Συνέσει δὲ τῇ παγκάλῳ στέψομεν, ἀθάνατον εἶναι πιστεύοντες, δοκοῦν ὧδε ἔχειν αὐτὴν τῷ πάντων ∆ημιουργῷ, ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Καὶ οὗτος, οἶμαί που, τῆς νομοθεσίας τῆς ἐπὶ τῷδε λόγος. Ἴωμεν δὲ καὶ ἐφ' ἕτερα δικαιώματα τῆς σκηνῆς. Ἔφη τοίνυν ὁ Θεὸς ἐν τῇ Ἐξόδῳ, «Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου.» Ἄζυμον ἔστω, φησὶ, τὸ προχεόμενον αἷμα, καὶ ὑπὲρ τοῦ προσκεκομισμένου εἰς θυσίαν τῷ Θεῷ, ζύμης αὐτῷ δηλονότι ἤτοι σεμιδάλεως ἐζυμωμένης, οὐκ ἐπενηνεγμένης· χρὴ γὰρ ἡμᾶς ἐκκεκαθαρμένους καὶ ἀζύμους ὥσπερ ὑπάρχοντας, τοῦτ' ἔστι, τὴν ἐκ φαυλότητος καὶ πονηρίας οἱονεί πως ἐπιπλοκὴν, εἰς νοῦν οὐκ ἔχοντας, καθιεροῦν τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς, ὧν εἰς τύπον τὸ αἷμα· νέον δὲ φύραμα καὶ ἀζύμους ἐκάλει καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς εἰλικρινῆ καὶ ἀθόλωτον, καὶ ἀσυμμιγῆ φαυλότητος τὴν οἰκείαν τηροῦντας ψυχὴν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς Χριστὸν, καὶ ἀγάπης ὁλοτελοῦς. Ἀλλ' «Οὐδὲ μὴ κοιμηθῇ, φησὶ, στέαρ τῆς ἑορτῆς μου, ἕως πρωΐ,» τοῦτ' ἔστι, χθιζὸν οὐκ ἀνοίσεις στέαρ εἰς ὀσμὴν εὐωδίας. Ἐν δὲ τῷ Λευιτικῷ σαφεστέραν ποιεῖται τοῦ νόμου τὴν δήλωσιν, καὶ τὸ χρῆμα ἐναργὲς καθίστησι λέγων περὶ τοῦ προσάγοντος θῦμα· «Κἂν εὐχὴν, ἢ ἑκούσιον θυσιάσῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσενέγκῃ τὴν θυσίαν, βρωθήσεται, καὶ τῇ αὔριον· τὸ δὲ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας, ἕως ἡμέρας τρίτης, ἐν πυρὶ καυθήσεται. 68.700 Ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτὸ, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχὴ ἤτις ἂν φάγῃ ἀπ' αὐτοῦ, μιανθήσεται, καὶ τὴν ἁμαρτίαν λήψεται.» Τριταῖον μὲν οὖν ἀποπέμπεται θῦμα, παραιτεῖται δὲ ὅτι καὶ τὸ χθιζὸν, διεσάφει λέγων. «Ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης τῷ Κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό. Αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐ καταλείψεται ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωΐ· ἐγώ εἰμι Κύριος· τὴν ἁμαρτίαν λήψεται.» {ΠΑΛΛ.} Εἶτα τίς ἂν γένοιτο καὶ τῶνδε ὁ νοῦς; {ΚΥΡ.} Προαποδέδειχεν ἡμῖν ὁ νόμος ἐν τοῖς ἀνωτέρω πλειστάκις, ὅτι τὸν ἅπαντα χρόνον κατατέμνειν ἔθος τῇ θείᾳ Γραφῇ, ποτὲ μὲν εἰς δύο, καθ' ὃν ἦν ὁ νόμος, καὶ καθ' ὃν ἐπέλαμψεν ὁ Χριστός· ποτὲ δὲ αὖ, εἰς τρεῖς παρεισκρινομένου τε καὶ τὰ τάττοντος μεταξὺ, καὶ καθ' ὃν ὁ τῶν ἁγίων προφητῶν ἀνέλαμψε χορὸς, πλὴν ὅτι καὶ ἐν χρόνῳ τῷ κατὰ Μωσέα, καὶ ἐν τῷ τῶν ἁγίων προφητῶν λατρείας ἦν τρόπος ὁ αὐτὸς, ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον. Πρωΐας δὲ γενομένης, ἤτοι τοῦ τρίτου λοιπὸν πάλιν ἀναδειχθέντος καιροῦ, καὶ τοῦ νοητοῦ φωτὸς, τοῦτ' ἔστι, Χριστοῦ, τὴν ὑφ' ἥλιον περιαστράπτοντος, λελυμένης δὲ λοιπὸν τῆς παλαιᾶς ἀχλύος, οὐκέτι δεκτὸς τῆς τὸ τηνικάδε λατρείας ὁ τρόπος, ἀλλ' εἴτε χθιζὸν, εἴτ' οὖν εἴη τὸ τριταῖον στέαρ, ἢ θύμα, δεκτὸν μὲν οὐκέτι, βδελυρὸν δὲ καὶ ἀπόβλητον παρὰ Θεῷ, καὶ ἐν μιάσματος τάξει λελογισμένον τοῖς οὐκ ἐν καιρῷ προσκομίζειν ᾑρημένοις. Ἢ οὐκ εἶναι φὴς ἀληθὲς, ὅτι Χριστοῦ καταλάμποντος τοῖς εὐαγγελικοῖς παιδεύμασι τὰς τῶν ἁγίων ψυχὰς καὶ εἰς λατρείαν τὴν πνευματικὴν μυσταγωγοῦντος εὖ μάλα, περιττά πως ἤδη καὶ ἀνωφελῆ τὰ ἐν νόμῳ; {ΠΑΛΛ.} Φημί. Μεμνήσομαι γὰρ τοῦ θεσπεσίου Παύλου, σκύβαλα καὶ ζημίαν ἀποκεκληκότος τὰ κατὰ νόμον αὐχήματα, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Ἀκούω δὲ γεγραφότος τισί· «Λέγω δὲ ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ἡμᾶς ὠφελήσει.» {ΚΥΡ.} Ὀρθῶς ἔφης. Οὐκοῦν ἁμαρτία καὶ μολυσμὸς, ἀναδειχθέντος Χριστοῦ, καὶ παρελάσαντος τοῦ καιροῦ, καθ' ὃν ἦν ὁ νόμος καὶ οἱ προφῆται, τῆς ὡς ἐν σκιαῖς λατρείας ἀντέχεσθαι· καὶ Θεῷ προσάγειν ἐπιχειρεῖν ὄϊν, ἢ στέαρ, ἢ λιβανωτόν· καίτοι λέγοντος ἐναργῶς τοῦ Υἱοῦ τῷ Θεῷ καὶ Πατρί· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου.»