De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἐξελεῖται ἡ Συναγωγὴ τὸν φονεύσαντα ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα. Καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ Συναγωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου, οὗ κατέφυγε· καὶ κατοικήσει ἐκεῖ ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς μέγας, ὃν ἔχρισαν αὐτὸν τῷ ἐλαίῳ τῷ ἁγίῳ.» Εἶτα μεθ' ἕτερα· «Καὶ μετὰ τὸ ἀποθανεῖν τὸν ἱερέα τὸν μέγαν, ἐπαναστρέψει ὁ φονεύσας εἰς τὴν γῆν τῆς κατασχέσεως αὐτοῦ.» {ΠΑΛΛ.} Λύσις οὖν ἄρα τῆς ἀειφυγίας αὐτοῖς, ὁ τοῦ προλεχθέντος ἡμῖν ἀρτίως ἱερέως θάνατος. {ΚΥΡ.} Σχῆμα τοῦτο τοῖς τύποις. Ὠδίνουσι δὲ τὸ τοῦ Χριστοῦ μυστήριον αἱ σκιαί. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Οὐκ ἀπίθανον, ὦ Παλλάδιε, τό γε οἴεσθαι τυχὸν τοὺς ταῖς ἁμαρτίαις ἐγκατειλημμένους, φονευτὰς ὥσπερ τινὰς τῆς ἰδίας ὑπάρχειν ψυχῆς, καὶ κατολισθῆσαι εἰς τοῦτο ταλαιπωρίας οὐκ ἐθελουσίως, ἐκβεβιασμένους δὲ ὥσπερ εἰς παράβασιν, καὶ εἰς τὸ προσκροῦσαι Θεῷ, διὰ τὸ ἐγκεῖσθαι τὴν διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καὶ διὰ τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἀτιθάσσου φιληδονίας, τυραννήσαντα νόμον. Φυγῇ τοιγαροῦν τῇ ἀπὸ κόσμου καὶ σώματος ἡ ἀθλία ψυχὴ τοῦ ἀνθρώπου ζημιοῦται, καὶ ὥσπερ εἰς πόλιν τινὰ φυγαδευτηρίου τοῖς τοῦ θανάτου μυχοῖς ἐνιζήσασα, μακροὺς διετέλει χρόνους, ἀνείθη δὲ μόλις ἀποθανόντος Χριστοῦ τοῦ μεγάλου ἱερέως, ὃς τὸν ὑπὲρ πάντων θάνατον ἀνατλὰς, καταπεφοίτηκε μὲν εἰς ᾅδου, πύλας δὲ ἤνοιξε τοῖς κάτω, καὶ δεσμῶν ἠφίει, «λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε.» {ΠΑΛΛ.} Ὡς σαφὴς ὁ λόγος. {ΚΥΡ.} Οὐ καθ' ἕνα δὲ τρόπον εὐδοκιμεῖν ἀναπείθων τοὺς ἀρχαιοτέρους ὁ νόμος, ἀλλ' εὖ συντεθεῖσθαι διὰ πάντων, καὶ ὡς ἄριστα ἔχειν, ἵνα ᾖ ἄρτιος ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος, καὶ συνόδους γαμικὰς καταῤῥυθμίζει πρὸς τὸ σεμνὸν, καὶ ὡς ἂν ἀμωμήτως πράττοιτο ταυτὶ παρά τε Θεῷ καὶ ἀνθρώποις, καθίστησιν ἐναργές. Πορνείαν μὲν οὖν καὶ ἀκαθαρσίαν ἐξορίζει παντελῶς, ἀῤῥενομιξίαν δὲ καὶ μοιχείαν, ὡς ἀπωτάτω ποιεῖται, λέγων ἐν τῷ Λευιτικῷ· «Καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου, ἐκμιανθῆναι πρὸς αὐτὴν, καὶ μετὰ ἄρσε 68.584 νος οὐ κοιμηθήσῃ κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν.» Αὐτόθεν, φησὶ, τὰ τοιαῦτα τὸ κατακεκρίσθαι νοσεῖ, καὶ πολὺ τὸ δυσῶδες ἐντετηκὸς αὐτοῖς, ἀταλαιπώρως εὑρίσκεται, καὶ μακροῦ πρὸς ἔλεγχον οὐ δεήσει λόγου τοῖς εἰς τοῦτο βδελυρίας ἠγμένοις, ὡς οἴκοθεν ἔχειν αἰσχρὰν οὕτω καὶ ἀκαλλῆ τὴν δόξαν, καὶ παρ' αὐτῆς τῆς φύσεως τὴν γραφήν. Τοιγάρ τοι παρεὶς τὰ τοιαῦτα, τὰ συννόμως δρώμενα, καὶ οὐκ ἔξω λόγου βασανίζει, λέγων ἐν τῷ ∆ευτερονομίῳ· «Ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ· καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ· ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ ἀποδώσει εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἀποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ἐὰν ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ καὶ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς ὁ ἔσχατος, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν, ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα, μετὰ τὸ μιανθῆναι αὐτὴν, ὅτι βδέλυγμά ἐστιν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ οὐ μιάνητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ.» Τὴν γὰρ ἐπ' αἰτίαις εὐλόγοις ἀνδρὸς διεσχοινισμένην καὶ ἀνατλᾶσαν ὕβριν τὴν ὑφ' ἑτέρῳ, γνήσιον ποιεῖσθαι σύνοικον, οὐκ ἀσφαλὲς, μᾶλλον δὲ καὶ εἰσάπαν ἀμαθές. «Ὁ γὰρ κατέχων, φησὶ, μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» Ὥσπερ δὲ ἀποφάσκει τοῖς ἐμφανῶς αἰσχροῖς καὶ ἀναμφιβόλως κατεγνωσμένοις, τὸ ἐφήδεσθαι δεῖν, οὕτω δὴ πάλιν οὐκ ἐᾷ τὰ σεμνὰ διαβάλλειν, ὡς ἄσεμνα. Ἐν ἴσῳ γὰρ πλημμελείας λόγῳ κείσεται τὸ φιλοστοργίας ἀξιοῦν, ὃ φεύγειν ἄμεινον, καὶ τὸ διαθέσεως ἀποστερεῖν, ὃ παραιτεῖσθαι φόβος. «Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ· τὸ καλὸν πονηρὸν, καὶ τὸ πονηρὸν καλόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ