De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
σείστρῳ τὴν δεξιὰν ἱεροπρεπῶς κατεστεμμέναις, αἳ ὅτι 68.632 μάλιστα τῶν ἄλλων ἐξειλεγμέναι καὶ ἱερομύστιδες, τῆς τοιαύτης μόλις ἠξιοῦντο τιμῆς, ὕβρεως μὲν οὖν· ὧδε γὰρ ἄμεινόν τε καὶ ἀληθὲς εἰπεῖν. Γύναια δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ, λείψανα τῆς ἐν Αἰγύπτῳ λατρείας ἐν ἰδίοις σκεύεσιν εὑρηκότα, ταυτὶ δὴ τὰ κάτοπτρα προσεκόμισαν εἰς καρποφορίαν, ἃ καὶ εἰς τὸ τοῦ λουτῆρος μετεσκευάσθη χρῆμα. Σκηνῆς δὲ τῆς ἁγίας ἐγηγερμένης νενηστεύκασι προσιζήσαντά που ταῖς θύραις, καὶ πάντα ἁγνῶς διαιτώμενα, ὑποδηλοῦντος, οἶμαι, τοῦ πράγματος, ὅτι τῆς ἀληθεστέρας ἀναδεδειγμένης σκηνῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, καιρὸς ἤδη πως τοὺς ἀνακειμένους εἰς δόξαν ποτὲ τῆς τῶν δαιμονίων ἀγέλης, εἰς ἱερὰ μεταπλάττεσθαι σκεύη, καὶ ἐπιτηδείως ἔχοντα πρὸς παραδοχὴν τοῦ ἁγίου βαπτίσματος, ὡς καὶ διαπρέπειν δύνασθαι τοῖς ὑπὲρ νόμον αὐχήμασιν. Τουτὶ γὰρ, οἶμαι, ἔστι τὸ ἐκ κατόπτρων Ἑλληνικῶν, ἤτοι κειμηλίων διαβολικῶν, τὸν λουτῆρα πλάττεσθαι τὸν χαλκοῦν, ἐν ᾧ δὴ καὶ τὸ ὕδωρ, τὸ καὶ αὐτὸν ἀποκαθαῖρον Μωσέα, καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ χρήσιμον εἰς ἀπόνιψιν, δῆλον δὲ ὅτι τὴν νοητήν. Ἢ γὰρ, οὐχὶ σκεύη διαβολικὰ, τοὺς πεπλανημένους καὶ τοῖς δαιμονίοις λελατρευκότας φαίης ἂν εἶναι καὶ αὐτὸς, ὦ Παλλάδιε; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Νενηστεύκασι δὲ τὰ γύναια παρὰ τὰς θύρας τῆς σκηνῆς τῆς ἁγίας. Εἴη δ' ἂν καὶ τάδε καλὸν αἴνιγμα καὶ σοφὸν, τοῦ μὴ δι' αἱμάτων εἰστρέχειν ἐν ἐκκλησίαις τοὺς ἐν Χριστῷ δεδικαιωμένους, θυσίαις δὲ μᾶλλον πνευματικαῖς ἐκπρέποντας, καὶ δωροφορίαν ὥσπερ τινὰ προσκομίζοντας τῷ Θεῷ τὴν ἐγκράτειαν, τὴν οἱονεὶ νέκρωσιν τῆς σαρκός. «Παραστήσατε γὰρ,» φησὶ, «τὰ σώματα ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Καὶ πάλιν· «∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Οὐκοῦν αἱ νηστεύσασαι τῆς ἁγίας ἐγηγερμένης σκηνῆς, εἰς εἰκόνα τελοῦσι ψυχῶν, οὐ Μωσαϊκοῖς ἐντάλμασι παιδαγωγουμένων ἔτι, πνευματικὴν δὲ μᾶλλον καὶ εὐαγγελικὴν ἀναδεδειγμένων τὴν πολιτείαν ἤδη, καὶ πατουσῶν οὐκ ἀνιδρωτὶ τὰς ἐπιγείους ἡδονὰς, καὶ ἀναμορφουμένων εὖ μάλα πρὸς τὸ ἀκήρατον κάλλος, διὰ τὸ μὴ ἀνέχεσθαι παθεῖν τὰ μυσαρά τε καὶ βέβηλα τῆς φιλοσαρκίας ἐγκλήματα. Ἢ οὐχ οὕτως ἡμῖν ὁ τοῦ βίου τρόπος τοῖς ἐν Χριστῷ κεκλημένοις εἰς ἁγιασμὸν καὶ ἰσχνότητα τὴν πνευματικήν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀλλὰ ταυτὶ μὲν εἰς τὸ παρὸν σκευῶν ἱερῶν εἰρήσθω πέρι. Φέρε δὲ, εἰ δοκεῖ, καὶ αὐτὴν ἡμῖν ὅπως ἔχει θέσεώς τε καὶ κατασκευῆς κατασκεπτώμεθα τὴν σκηνήν. Καὶ βαθὺ μὲν τὸ χρῆμα, καὶ τῶν καθ' ἡμᾶς ἐπέκεινα μέτρων, βλάβος δὲ οἶμαι τὸ σύμπαν οὐδὲν, πανταχόθεν ἡμᾶς ἐρανίζεσθαι φιλεῖν τὸ τελοῦν εἰς ὄνησιν, καὶ τοῖς ἄγαν ὑπερκειμένοις ὡς ἔνι προσβάλλοντας. 68.633 {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Εἰ μὲν οὖν ἕλοιτό τις ἄγαν ἰσχνομυθεῖν, μακρὸς ἂν γένοιτο καὶ πολυσχιδὴς ὁ ἐφ' ἑκάστῳ λόγος. Ἰστέον δὲ ὅτι, τὰ μὲν σκευῶν καὶ θεωρίας ἀγχοῦ καὶ λόγων ἐστὶ μυστικῶν, τὰ δὲ εἰς κόσμον τε καὶ χρείαν ἐκμεμηχάνηται τῆς σκηνῆς· ὑποτεμὼν δὲ, ὡς ἔνι, τὸ μῆκος τοῦ λόγου, ἐν βραχέσιν ἐρῶ, καὶ συστελῶ τὸ διήγημα. Ἔφη τοίνυν, ὅτι «Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας, ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Χερουβὶμ ἐργασίαν ὑφαντοῦ ποιήσεις αὐτά· μῆκος τῆς αὐλαίας τῆς μιᾶς, ὀκτὼ καὶ εἴκοσι πήχεις, καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις. Πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων συνεχόμεναι, ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι, ἑτέρᾳ τῇ ἑτέρᾳ.» ∆έκα μὲν οὖν αἱ αὐλαῖα· καὶ ἀλλήλων ἀπρὶξ ἡμμέναι· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τῶν ἐνοικούντων αὐταῖς εἷς που πάντων καὶ ὅσιος ὁ σκοπὸς, μία δὲ καὶ ἡ περὶ Θεοῦ γνῶσις. Ἐν γὰρ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεὸς, κατὰ τὸ γεγραμμένον. Ἐκδέξῃ δὲ, εἰ δοκεῖ, τὰς δέκα αὐλαίας, εἶναί τε οἰήσῃ τὸ πλήρωμα τῶν εἰς κόσμον Ἐκκλησιῶν, οὐ διεσπαρμένων εἰς διχόνοιαν, ἢ εἰς ἀσύμφωνον δόξαν,