De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Χριστοῦ μυστήριον εὖ μάλα παραδηλῶν, δι' οὗ κεκαθάρμεθα, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πλουτοῦντες ἄφεσιν, κατὰ τὸν καιρὸν δηλονότι τῆς ἐπιδημίας αὐτοῦ, πρὸς ἑσπέραν οἱονεὶ γεγονότα, τοῦτ' ἔστιν, εἰς τέλος ἤδη διέρποντος τοῦ παρόντος αἰῶνος. Ἢ οὐκ ἐν ἐσχάτοις καιροῖς ἐνανθρωπῆσαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Βέβηλον δὲ καὶ ὁ νόμος ἑτέρως ἔσεσθαί φησι, τὸν ἐπιθιγγάνοντά πως ἢ θηρὸς ἀγρίου τυχὸν, ἤγουν ἑτέρου τοῦ τῶν ἀκαθάρτων ζώων· ἔφη δὲ οὕτως· «Καὶ πᾶς ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτά ἐστιν ὑμῖν. Πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν. Καὶ ταῦτα ὑμῖν ἀκάθαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς, ἡ γαλὴ, καὶ ὁ μῦς, καὶ ὁ κροκόδειλος, ὁ χερσαῖος, μυγάλη, καὶ χαμαιλέων, καὶ καλαβώτης, καὶ σαῦρα, καὶ ἀσπάλαξ. Ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς. Πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ πᾶν ἐφ' ὃ ἂν ἐπιπέσῃ ἀπ' αὐτῶν ἐπ' αὐτὸ τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου. Πᾶν σκεῦος ὃ ἂν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται, καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας, καὶ καθαρὸν ἔσται.» Προσετίθει δὲ τούτοις, ὡς ἔσται μεμολυσμένον πᾶν σκεῦος, ἐφ' ᾧ ἂν πέσῃ τῶν θνησιμαίων αὐτῶν. Καὶ ἄγγος ὀστράκινον, καὶ δερμάτινον, καὶ ἱμάτιον, ἔδεσμά τε καὶ ποτὸν, πλὴν πηγῆς ὑδάτων, καὶ λάκκου, φησὶ, καὶ συναγωγῆς ὑδάτων καὶ σπερμάτων. Ἔοικε δὲ ὁ νόμος διὰ μὲν τῶν ἀγρίων θηρίων, τοὺς τῶν λῃστῶν ὠμοτάτους παραδηλοῦν, οἷς λελόγισται παρ' οὐδὲν, καὶ αὐτὸ τῶν πάντων ἐπέκεινα τῶν κακῶν, ἡ ἀνδροκτονία, μόνον δὲ οὐχὶ προστυγχάνοντα καταδαρδάπτουσι διολλύντες ἀνηλεῶς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης. ∆ιὰ δέ γε μυὸς καὶ γαλῆς, καὶ τῶν ἀγχοῦ τε καὶ ἐοικότων, κροκοδείλου τέ φημι τοῦ χερσαίου, σαύρας τε καὶ ἀσκαλαβώτου, τὰ ψοφοδεῆ καὶ ἄνανδρα, καὶ ἐν νυκτὶ περιθέοντα τῶν κλεπτῶν γένη, ἃ λεληθότως μὲν τοὺς νυστάζοντας κατασίνεσθαι φιλεῖ, ἐκδέδιε δὲ τὸ ἀλῶναι δεινῶς, καὶ 68.936 τὴν τῶν ἀδικουμένων παραιτεῖται γρήγορσιν. Ἢ γὰρ οὐχὶ κλεπτίστατόν τι χρῆμα, γαλῆ τε καὶ μῦς, καὶ πρὸς δειλίαν εὔκολα, καταδύεται δὲ τοὺς ἐν γῇ μυχοὺς, εἰ διακτυπήσειέ τις, ἥδιστα δ' ἂν ἐν νυκτὶ καὶ οὐκ ἐν ἡμέρᾳ νέμοιντο, κροκόδειλός τε χερσαῖος καὶ τὰ συγγενῆ; {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἀκάθαρτον μὲν οὖν πᾶν, ὅπερ ἐστὶ λῃστρικὸν, κἂν εἰ διὰ τρόπου τις εἴη θηριοπρεποὺς, καὶ φιλαιμάτους ἔχοι τὰς χεῖρας· κἂν εἰ μικρὰ παρακλέπτοι, καθὰ μῦς καὶ γαλῆ, καὶ ἀσπάλακός τε καὶ ἀσκαλαβώτου δίκην, τοίχους ἀναθρώσκει καὶ στέγας, κἂν εἴ τις ἐπιθιγγάνοι τῶν ὧδε μεμολυσμένων, μεθέξει τῶν ἐγκλημάτων. Κοινωνία γὰρ ἡ πρὸς τοιούσδε τινὰς, πάντη τε καὶ πάντως ἀκαθάρτους ἀποφαίνει. Ἀνθρώπων δ' ἂν εἶεν εἰς τύπον, τὰ μεμολυσμένα τῶν σκευῶν. Ἐν εἴδει γὰρ σκεύους ὁ ἄνθρωπος. Ἀπαλλάττει γε μὴν τοῦ καταμολύνεσθαι δεῖν, πηγὴν ὕδατος, λάκκον τε καὶ συναγωγὴν ὕδατος· κἂν εἰ πέσοι τυχὸν ἐν αὐτοῖς τι τῶν κατὰ νόμον μεμολυσμένων, οὐκ ἐφιεὶς, οἶμαί που, τοὺς ὑπὸ νόμον, δυσαχθὲς καὶ δυσδιακόμιστον παντελῶς ἡγεῖσθαι τὸ χρῆμα, καὶ τὴν τοῦ νόμου τήρησιν ἀνεπιτήδευτον ἔχειν, τὸ ἔν γε τουτοισὶ βλάβος, εἰς αὐτὰ παθόντας τὰ καιριώτατα. Ὡς καὶ πόλεων ἔσθ' ὅτε, καὶ οἴκων ἀποφοιτᾷν, μεμολυσμένων αὐτοῖς τῶν ὑδάτων, καὶ τῆς ἀναγκαίας τε καὶ ἀπαραιτήτου παραιρουμένης χρείας. Παρῆκε δὴ οὖν ὁ νόμος τῆς ἱστορίας τὸ ἀκριβὲς, διὰ δέ γε τὸ τοῖς ὑπὸ νόμον ἀναγκαῖον καὶ χρήσιμον. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Ἐν ἴσῳ γε μὴν τοῖς ἄλλοις ἀκάθαρτον εἶναί φησι καὶ τῶν καθαρῶν ζώων τὸ θνησιμαῖον· προσεπήγαγε δὲ, ὅτι καταμιανεῖ καὶ αὐτὸ τὸν ἁπτόμενον· γράφει δὲ οὕτως· «Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν, ὅ ἐστιν ὑμῖν τοῦ φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται