De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἑκάστου μέτροις, ἡ ἀπογραφή. Ἐξῄρηται δὲ ὥσπερ τῆς ἄλλης πληθύος τὸ ταῖς θείαις ἱερουργίαις ἐκνεμηθὲν καὶ ἀνακείμενον γένος, καὶ τόν γε τῆς τῶν Λευϊτῶν ἱερουργίας τρόπον διεσάφει λέγων εὐθύς· «Λάβε τὴν φυλὴν Λευῒ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς· καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. Καὶ δώσεις τοὺς Λευΐτας Ἀαρὼν τῷ ἀδελφῷ σου, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται.» Οἱ μὲν οὖν 68.848 Λευῗται, συνεργάται τρόπον τινὰ καὶ οἱονεὶ συλλήπτορες τοῖς ἱερουργοῖς ἐκνενέμηνται, φυλάξουσι γὰρ τὰς φυλακὰς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἀαρὼν, καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ φυλάγματα τῶν υἱῶν. Ἰσραήλ. Καὶ μέχρι τούτων αὐτοῖς τῆς συνεργείας ὁ τρόπος. Ἐφίστησι δὲ τῇ σκηνῇ τόν τε Ἀαρὼν, καὶ τοὺς υἱοὺς σὺν αὐτῷ, καὶ «Φυλάξουσι» γὰρ, φησὶ, «τὴν ἱερατείαν ἑαυτῶν καὶ πάντα κατὰ τὸν βωμὸν, καὶ τὰ ἐσώτερα τοῦ καταπετάσματος,» τοῦτ' ἔστι τὰ ἀπόῤῥητά τε καὶ μυστικώτερα, καὶ ὅσα δρᾷν ἔθος τοὺς τῷ θείῳ προσεδρεύοντας θυσιαστηρίῳ· καὶ ἔστι μὲν ἀκραιφνῶς ὡς εἰς Χριστὸν ὁ τύπος, ὃν κατέστησεν ὁ Πατὴρ ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Κατασημήνειαν δ' οὐκ ἀσυμφανῶς οἱ τῷ Ἀαρὼν συνιερατεύοντες, τῶν ἁγίων ἀποστόλων τὸν ἐναγῆ τε καὶ ἀξιάγαστον χορὸν, συνεργαζομένων ὥσπερ καὶ συλλειτουργούντων τῷ Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ, ταμίαι τε καὶ οἰκονόμοι μυστηρίων Θεοῦ, καὶ μὴν καὶ διάκονοι, δι' ὧν πεπιστεύκαμεν. Εἰ δέ τις ἕλοιτο καὶ τῆς Ἐκκλησίας τὴν τάξιν πολυπραγμονεῖν, τὴν ἐν νόμῳ προανατύπωσιν, καταθαυμάσειεν ἂν εἰκότως. Ἐπισκόποις μὲν γὰρ, ἅτε δὴ τότε καθηγεῖσθαι λαχοῦσιν, καὶ μὴν τοῖς ἐπὶ τὴν μείω διέπουσι τάξιν, πρεσβυτέροις δέ φημι, πεπίστευται τὸ θυσιαστήριον, καὶ τὰ ἔσω τοῦ καταπετάσματος, οἷς ἂν πρέποι καὶ λέγεσθαι· «Καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν·» διακόνοις γε μὴν, τὸ, «Φυλάξουσι τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὰ φυλάγματα τοῦ λαοῦ.» Ἢ οὐκ αὐτοὶ προστάττουσι διακεκραγότες ἐν ἐκκλησίαις, ποτὲ μὲν ὑμνολογεῖν ὅτι προσήκει λαοῖς, καὶ ἐν κόσμῳ μὲν ἑστάναι, κατηρεμεῖν δὲ πολλάκις, καὶ διανιστᾶσιν εἰς προσευχὰς, καὶ τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, αὐτοὶ προσκομίζουσι τὰ τῶν σκευῶν ἱερώτερα, καὶ λεπτὴν ἐφ' ἅπασι τοῖς ἀναγκαίοις ποιοῦνται τὴν ἐπιτήρησιν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Οὐκοῦν ἱερατεύουσι μὲν οἱ προὔχοντες, συλλαμβάνονται δὲ οἱ Λευῗται τῆς ἐκκλησιαστικῆς ἱερατείας τὴν τάξιν, τοῦ νομικοῦ προαναφωνοῦντος γράμματος. Ἐξείργεται δὲ τὸ δημοτικὸν παντὸς ἱεροῦ πράγματος, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπήρτηται λόγος τοῖς ἁρπάζουσι τὴν τιμήν. Τεθνήξεται γὰρ, φησὶν, ἢν αὐτόμολός τις ἐπ' αὐτὴν ἔλθῃ, τὴν θείαν ἐφ' ἑαυτῷ ψῆφον οὐκ ἔχων. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν ἀσύντακτον μὲν ταῖς τῶν ἄλλων ἀπογραφαῖς τὸ Λευϊτικόν, πλὴν ἀνάγραπτον ἰδικῶς καὶ ἐν βίβλῳ Θεοῦ· «Καὶ ἐλάλησεν» γὰρ, φησὶ, «Κύριος πρὸς Μωσῆν ἐν τῇ ἐρήμῳ Σινᾶ λέγων· Ἐπίσκεψαι τοὺς υἱοὺς Λευῒ κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν, κατὰ συγγενείας αὐτῶν. Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπίσκεψαι αὐτούς· καὶ ἐπεσκέψαντο αὐτοὺς Μωσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευῒ ἐξ ὀνομάτων αὐτῶν, Γεδσὼν, Καὰθ, καὶ Μεραρί· ταῦτα τὰ ὀνόματα τῶν 68.849 υἱῶν Γεδσὼν, κατὰ δήμους αὐτῶν, Λοβενὶ καὶ Σεμεΐ. Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν, Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ· καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, Μοολὶ καὶ Μουσί. Οὗτοί εἰσι δῆμοι τῶν Λευϊτῶν κατ' οἴκους πατριῶν