De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν;» Ἕτερος δὲ αὖ· «Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραὴλ,μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς ἐν νεφέλῃ τὰς ἀνομίας σου, καὶ ὡς γνόφος τὰς ἁμαρτίας σου.» Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο τὰ 68.952 ἀπὸ τῆς θείας Γραφῆς, παραδεικνὺς εὖ μάλα τὸ ἔν γε δὴ τούτοις ἡμῖν ἀληθὲς, τὸ δὲ, οἷς ἂν ἕποιτο σαφής τε καὶ ἐναργὴς ἡ πίστις, ἐπισωρεύειν ἕτερα, περιττὸν οἶμαί που. {ΠΑΛΛ.} Ἀλλ' ἐναργὲς μὲν ὅτι τὸ χρῆμα, παντί τῳ σαφές. Ἑλοίμην δ' ἂν ἔγωγε, καὶ ἐκ νομικῶν εἰκόνων τὴν ἐν Χριστῷ διαθρῆσαι κάθαρσιν. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, εἴ σοι φίλον, τῇδέ τε ἡμᾶς ἰέναι δοκεῖ· τοὺς γάρ τοι μεμολυσμένους, καὶ τοὺς τῆς παρανομίας ἐγκλήμασιν ὑπενηνεγμένους, θύειν ὁ νόμος ἐκέλευε, διχῆ διαστέλλων τῶν θυσιῶν τοὺς τρόπους. Αἱ μὲν γὰρ, ὑπὲρ ἡμῶν αὐτῶν σφαζόμενον καταγράφουσι τὸν Ἐμμανουὴλ, αἱ δὲ, καὶ ἡμᾶς αὐτοὺς ἀποθνήσκοντας τῷ κόσμῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν τε καὶ σωτηρίαν. Ἢ γὰρ οὐχὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ περιφορᾶς κοσμικῆς, καὶ γεωδεστέρων ἡδονῶν τὸν νοῦν ἀπαλλάττοντες, τὴν θείαν τε καὶ εὐαγγελικὴν διαζήσομεν ζωήν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν θυσία μὲν ἔστιν, ἡ ὡς ἐν θανάτῳ Χριστοῦ πνευματικὴ διακάθαρσις, εὐχὴ δὲ καὶ δῶρον, ὡς πρὸς ἡμῶν, τὸ ἀναθεῖναι Θεῷ τὴν εὐκοσμίαν τε καὶ ἐν ἁγιότητι ζωήν. Προδιαστέλλει γε μὴν ὁ νόμος καὶ διαμαρτύρεται σαφῶς, τὸ δεῖν ἀμωμήτους τὰς ἔν γε δὴ τούτοις ποιεῖσθαι προσαγωγὰς, χρησίμως τε καὶ ἀναγκαίως. Ἐπειδὴ δὲ τῶν προσφερομένων θυμάτων, ἃ μὲν ἐδήλου Χριστὸν, ὡς ὑπὲρ ἡμῶν σφαζόμενον, ἃ δὲ καὶ ἡμᾶς ἀνατυποῖ, μονονουχὶ καταθυμιῶντας τῷ Θεῷ τὴν οἰκείαν ζωήν. Ταύτῃτοί φησιν, ἀμώμητά τε εἶναι δεῖν αὐτὰ, καὶ κατ' οὐδένα τρόπον νοσοῦντα τὴν ἐμπηρίαν. Ἄμωμος γὰρ ὁ Χριστός· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ἀλλ' οὐδ' ἂν ἡμᾶς αὐτοὺς παραδέξαιτο Θεὸς, ἐν μολυσμοῖς ὄντας ἔτι, καὶ τῆς ἁμαρτίας νοσοῦντας τὸ ἀτερπές. Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐ-τοῦ, καὶ πάσῃ Συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἄνθρωπος ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἢ τῶν προσηλύτων τῶν προσκειμένων πρὸς αὐτοὺς ἐν Ἰσραὴλ, ὃς ἂν προσενέγκῃ τὰ δῶρα αὐτοῦ κατὰ πᾶσαν ὁμολογίαν αὐτῶν, ἢ κατὰ πᾶσαν αἵρεσιν αὐτῶν, ὅσα ἂν προσενέγκωσι τῷ Θεῷ εἰς ὁλοκαύτωμα· δεκτὰ ὑμῖν, ἄμωμα ἄρσενα ἐκ τῶν βουκολίων, καὶ ἐκ τῶν προβάτων, καὶ ἐκ τῶν αἰγῶν, πάντα ὅσα ἂν ἔχῃ μῶμον ἐν αὐτῷ, οὐ προσάξουσι Κυρίῳ, διότι οὐ δεκτὸν ἔσται ὑμῖν. Καὶ ἄνθρωπος ὃς ἂν προσενέγκῃ θυσίαν σωτηρίου τῷ Κυρίῳ, διαστείλας εὐχὴν, ἢ κατὰ αἵρεσιν ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν, ἐκ τῶν βουκολίων ἢ ἐκ τῶν προβάτων, ἄμωμον ἔσται εἰσδεκτὸν, πᾶς μῶμος οὐκ ἔσται ἐν αὐτῷ. Τυφλὸν ἢ συντετριμμένον, ἢ γλωσσότμητον, ἢ μυρμηκιῶντα, ἢ ψωραγριῶντα, ἢ λειχῆνας ἔχοντα, οὐ προσάξουσι ταῦτα τῷ Θεῷ, καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτῶν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ. Καὶ μόσχον ἢ πρόβατον ὠτότμητον, 68.953 ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτῷ· εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. Θλαδίαν καὶ ἐκτεθλιμμένον, καὶ ἐκτομίαν, καὶ ἀπεσπασμένον, οὐ προσάξετε αὐτὰ τῷ Κυρίῳ, καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. Καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, καὶ μῶμος ἐν αὐτοῖς. Οὐ δεχθήσεται ταῦτα ὑμῖν.» Ἄθρει δὴ οὖν ὅτι παρεγγυᾷ σαφῶς καὶ ἀναφανδὸν ὁ νόμος, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένοις εἰς λαοὺς, φημὶ δὴ τοῖς προσηλύτοις, τὸ χρῆναι μωμοσκοπεῖν εὖ μάλα τὰ ἱερά. ∆εῖν γὰρ ἔφη προσκομίζεσθαι πρὸς ἡμῶν τὸ ἄρσεν τε καὶ ἄμωμον, τοῦτ' ἔστι, τὸ εὐσθενὲς, καὶ ἀνωτέρω παθῶν· ὁ γάρ τοι μαλακισμὸς, καὶ φρόνημα· τὸ θηλυπρεπὲς, καὶ μέν τοι καὶ τὸ νοσεῖν τὴν εἴς γε νοῦν ἔσω καὶ νοητὴν ἐμπηρίαν, ἀπαράδεκτον παντελῶς τῷ Θεῷ, καὶ ἀπόβλητον. Ἢ οὐκ ἀνίερον εἶναι φὴς τὸν ᾧπερ ἂν φαίνοιτο προσόντα ταυτί; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Οὐκοῦν ἀπόβλητον μὲν τὸ