De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἐν ᾧ τὴν ἄνωθεν εὐλογίαν καὶ παρὰ Πατρὸς πεπλουτήκαμεν, κατεσφραγισμένοι πρὸς υἱοθεσίαν ἐν ἁγίῳ Πνεύματι, ἐν Χριστῷ δὲ δὴ πάλιν καὶ τοῦτο διαπεραίνεται. «Ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι,» φησὶν, «οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς.» Οὐκ ἐᾷ σιδήρῳ κατατιτρώσκεσθαι τοὺς ἀφιερωμένους τῷ Θεῷ λίθους. Λίθος γὰρ ἦν ἐκλεκτὸς, ἀκρογωνιαῖος, ἔντιμος, ὁ Χριστὸς, ἄτρωτος μὲν ἁμαρτίαις, τὰς δὲ ἐκ διαβόλου πληγὰς παθεῖν οὐκ εἰδὼς, οὐ μεμερισμένος Θεῷ τε καὶ κόσμῳ, καὶ εἰ γέγονε σὰρξ, ἀλλ' ὅλος ὢν ἅγιος, οὐ διαιρούμενος εἰς Θεὸν ἰδίᾳ, καὶ εἰς ἄνθρωπον ἰδικῶς μετὰ τὴν ἄῤῥητον ἕνωσιν, ἤτοι τὴν πρὸς σάρκα σύνοδον, ἀλλ' εἷς ὑπάρχων Θεὸς, καὶ ἄνθρωπος ὁ αὐτός. Μεμέρισται γὰρ οὐδαμῶς, καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος. {ΠΑΛΛ.} Τὸ ἐκ γῆς οὖν ἄρα θυσιαστήριον, καὶ μὴν καὶ οἱ ἀπλῆγες λίθοι, σημαίνουσι Χριστὸν, κατὰ τοὺς ἤδη προειρημένους τρόπους; {ΚΥΡ.} Οὕτω φημί· πνευματικὸς γὰρ ὁ νόμος, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ τὸ Χριστοῦ μυστήριον, καὶ τὴν δι' αὐτοῦ πρόσοδον αἰνιγματωδῶς ὑπετύπου, τότε δὴ, τότε καὶ τῆς Ἐκκλησίας προαναδεῖξαι τὸ σχῆμα Θεὸς ἐσκέπτετο. Μωσέα μὲν οὖν ἐκάλει καὶ σὺν αὐτῷ τὸν Ἰησοῦν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ. Καὶ σύνες ἐντεῦθεν, ὅτι καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις δι' Υἱοῦ προσιτὸς ὁ Πατήρ· ἀναθρώσκουσι γὰρ ἀλλήλοις Μωσῆς τε καὶ Ἰησοῦς. Γέγραπται γὰρ, «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου, καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρ' αὐτῶν, χρυσίον καὶ ἀργύριον, χαλκὸν καὶ ὑακίνθινον, πορφύραν καὶ κόκκινον διπλοῦν, καὶ βυσσὸν κεκλωσμένην, καὶ τρίχας αἰγείας, καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, καὶ λίθους σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν, εἰς τὴν ἐπωμίδα, καὶ εἰς τὸν ποδήρη, καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν. Καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἄν σοι δείξω ἐν τῷ ὄρει τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς, οὕτως ποιήσεις.» Ὁρᾷς ὅπως ἐπὶ τὸ χρῆναι καρποφορεῖν τὸ λυσιτελές τε καὶ χρειωδέστατον, εἰς Ἐκκλησίας σύστασιν προτρέπει λαοὺς, προσκομίζοντας ἱλαρῶς τὰ κατ' ἰσχύν τε καὶ γνώμην; Οὐ γάρ τοι χρυσὸν ἐζήτει μόνον 68.596 ἤγουν τὰ πολλοῖς δυσπόριστα τυχὸν, ἀλλὰ καὶ τρίχας αἰγείας, καὶ κριῶν δέρματα, δεικνὺς ὅτι καὶ τὸ βραχύ τε καὶ εὐτελὲς, εἰ μηδὲν ἔχοι λαμπρότερον ὁ καρποφορεῖν ᾑρημένος, οὐκ ἀπόβλητον τῷ Θεῷ· ἢ τάχα που καὶ ἐν ἴσῳ τοῖς τιμιωτάτοις, ἢ καὶ ἐν ἐπαίνῳ μείζονι, καθάπερ ἀμέλει καὶ ὁ Χριστὸς οὐκ ἀθαύμαστον ἠφίει τὴν ἐν τοῖς Ἱεροσολύμοις χήραν, τῷ γαζοφυλακίῳ προσάγουσαν βραχύ τι καὶ εὐπόριστον κομιδῆ, μέγα δ' ἴσως τοῖς ἐν ἐσχάτῃ πενίᾳ, οὓς δὴ καὶ κατατρύχειν εἰκὸς καὶ τῶν ἄγαν εὐτελεστάτων τὴν ἀπεμπολήν. Ληφθεισῶν δὲ τῶν ἀπαρχῶν, «Ἁγίασμά μοι ποιήσεις,» φησὶ, «καὶ ὀφθήσομαι ἐν ὑμῖν.» Ἐπιφαίνεται γὰρ ἐν Ἐκκλησίᾳ Χριστὸς, καὶ ἐπιλάμπει τοῖς ἐν αὐτῇ, κατά γε τὸ ἐν Ψαλμοῖς, «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐπιτήρει δὲ ὅπως, καίτοι καταβεβηκὼς ἐπὶ τὸ ὄρος ἐν εἴδει πυρὸς, ὀφθείς τε τῷ λαῷ παντί· γέγραπται γὰρ οὕτως, ὡς οὔπω φανεὶς, τὸ Ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν, ἐγηγερμένου τοῦ ἁγιάσματος. Μόνον γὰρ οὐχὶ διακεκραγὼς ὁρᾶται σαφῶς, ὅτι σκιαὶ μὲν, αἱ ὀπτασίαι ἐκεῖναι τῆς ἀληθοῦς θεοπτίας. Ἡ δὲ ἀληθὴς ἀνάδειξις, ὁ Χριστὸς, ἐν ᾧ καὶ αὐτὸν τεθεάμεθα τὸν Πατέρα. Καὶ γοῦν Ἰουδαίους οἰομένους ὅτι τεθέανται κατὰ τὸ ἀληθὲς ἐν τῷ ὄρει Σινᾶ τὸν τῶν ὅλων Θεὸν, ἀνούστατα διατιθεμένους διήλεγχε, λέγων· «Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Οὐκοῦν ὀφθήσομαι, φησὶν, ἐν ὑμῖν ἐγηγερμένου τοῦ ἁγιάσματος. Τοῦτο δὲ ἦν Ἐκκλησίας τύπος, καθ' ὁμοιότητα γενομένης τῆς ἄνω. Καὶ γάρ τοι φησὶ, «Ποιήσεις μοι κατὰ πάντα ὅσα δεικνύω σοι ἐν τῷ ὄρει, οὕτω ποιήσεις.» Παρεδείχθη γάρ τοι τῷ μακαρίῳ Μωσῇ τύπος, ὡς ἔφην, τῶν ἁγίων Ἐκκλησιῶν, καὶ πολυειδῶς αὐτὸς ὡς ἐν σκιᾷ πλαττόμενος ὁ δι' ἡμᾶς