De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Πλαγίως οὖν ἄρα καὶ αἰνιγματωδῶς ὁ νόμος τὸ θεῖον ἡμῖν ὑπεδήλου μυστήριον, ἄφεσιν ποιεῖσθαι προστάττων τὴν δι' ἐτῶν ἑπτὰ, καὶ ταῖς τῆς χρηστότητος ἐμβιβάζει τρίβοις, χρημάτων ἀμείνω ποιεῖσθαι διδάσκων, τὴν εἰς ἀδελφοὺς ἀγάπησιν, εὐμεταδότους τε εἶναι καὶ κοινωνικοὺς ἀναπείθων, καὶ οἱονεὶ μελέτησίν τινα τῆς εἰς ἅπαντας ἀφθονωτέρας αἰδοῦς, τὴν εἰς ἀδελφὸν καὶ γείτονα τέως ἡμερότητα τιθείς. {ΠΑΛΛ.} Ὧδε ἔχει. Συναινέσαιμι γὰρ ἀριστοεπεῖν ἐθέλοντί σοι. {ΚΥΡ.} Καὶ τὸ ἔτι μεῖζον, εἰ μάθοις, καταθαυμάσαις ἂν, ὦ Παλλάδιε. {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Χρηστότητος γὰρ καὶ φιλαλληλίας εἰς τοῦτο προήκειν ἡμᾶς ὁ νόμος βούλεται, ὡς οὐδὲν ἡγεῖσθαι, τῆς εἰς ἀδελφοὺς ἀγάπης τὸ ἰσοστατοῦν. Κατακολουθεῖν δὲ οὕτω γεννικῶς ταῖς ἐπ' αὐτοῖς δυσθυμίαις, ὡς καὶ ὀργῆς ὁρᾶσθαι κρείττονας, κἂν εἰ μὴ γένοιντο πρὸς ἡμᾶς ὁποίους εἶναί τε καὶ ὁρᾶσθαι χρὴ, καὶ ταῖς ἀφιλοστοργίαις ἕλοιντο λυπεῖν. Ἔχεις καὶ τοῦδε τὸν τύπον ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἀπέστειλε γὰρ, φησὶν, ὁ Μωσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ, λέγων· Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρωκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον, ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ 68.572 μέρους τῶν ὁρίων σου. Παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· Οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· Ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. Ὁ δὲ εἶπεν· Οὐ διελεύσῃ δι' ἐμοῦ. Καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.» Ἀκούεις ὅπως, οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ, τὰς ἐν Αἰγύπτῳ ταλαιπωρίας χρησίμως ἀπαριθμούμενοι, καὶ τῆς πλεονεξίας τοὺς τρόπους ἄνω τε καὶ κάτω συντιθέντες, ἀστείως τὴν οὐδὲν ἀδικοῦσαν αἰτοῦσι χάριν, μονονουχὶ συλλήπτορα ποιεῖσθαι σπουδάζοντες τὸν ὁμογενῆ· καὶ γὰρ ἦσαν ἐξ Ἠσαῦ ἀδελφοὶ Ἰακώβ· οἱ δὲ καίτοι κατοικτεῖραι δέον, ἐφεῖναί τε δρᾷν ὅπερ ἂν εἰδεῖεν χρήσιμόν τε καὶ ἐπωφελὲς αὐτῶν, σκληροί τε καὶ ἀτεράμονες καὶ συναλγεῖν οὐκ εἰδότες, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων· ἐξείργουσι γὰρ ὁδοῦ, καίτοι λέγοντος ἐναργῶς τοῦ λαοῦ, μήτε ἀμπελῶσι, μήτε ἀγρῶν εὐκαρπίαις κατασίνεσθαί ποι, ἀλλὰ καὶ ὕδωρ ἀντλήσειν οὐκ ἀνάργυρον. Ὁ δὲ, εἰ μὴ βούλοιντο τῶν αἰτηθέντων ἀποχωρεῖν, οὐ προσηπείλησε μόνον τὴν ἔφοδον, ἀλλ' ἦν καὶ ἐν ὅπλοις ἤδη, καὶ πανστρατὶ, παρετάττετο. Καὶ τί δὴ πρὸς τοῦτο; κρείττων ἦν μικροψυχίας ὁ Ἰσραήλ· ἐξέκλινε γὰρ ἀπ' αὐτοῦ, φησὶ, τὸ πρὸς ἀδελφοὺς δύσερι παρωθούμενος, καὶ τῆς ἀγχιστείας τὸν νόμον, ταῖς ἄγαν ἀνεξικακίαις ἐκτετιμηκώς. Ἢ οὐχ ὧδε ἔχειν οἰήσῃ ταυτί; {ΠΑΛΛ.} Καὶ πάνυ. {ΚΥΡ.} Οὐκοῦν τὸ θυμοὺς ἀνακόπτειν καὶ ἀνασειράζειν ὀργὰς, καὶ ἐπιμετρεῖν ἀναλόγως τὰς δίκας τοῖς ἑκάστου πταίσμασι, καὶ μὴν καὶ τὸ δεῖν ὀρθὰς καὶ ἀδιαβλήτους παντελῶς πράττεσθαι πρὸς ἡμῶν τὰς ἐφ' ἑκάστῳ κρίσεις, ἀγάπης εἶναι λογιούμεθα τῆς εἰς ἀδελφοὺς καρπόν τε καὶ ἀποτέλεσμα. {ΠΑΛΛ.} Καὶ μάλα δικαίως. {ΚΥΡ.} Πάρα δὴ οὖν ἐθέλοντί σοι, διαπείθεσθαι πάλιν, ποτὲ μὲν λέγοντος, «Καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου·» ποτὲ δὲ αὖ· «Ἐὰν δὲ γένηται ἀντιλογία ἀνὰ μέσον ἀνθρώπων, καὶ προσέλθωσιν εἰς κρίσιν, καὶ κρίνωσι καὶ δικαιώσωσι τὸν δίκαιον καὶ καταγνῶσι τοῦ ἀσεβοῦς, καὶ ἐὰν