De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
λίαν εἰσὶ, καὶ περὶ αὐτὴν τάχα που τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· καταπεφρίκασι δὲ τὸ ὑπὲρ εὐκλείας Θεοῦ καὶ ὠφελείας τῆς σφῶν αὐτῶν, τοὺς ἁγίοις πρέποντας ἀνατλῆναι πόνους, καὶ συνδιώκεσθαι τοῖς γνησίοις, εἰ καὶ πρὸς τοῦτο ἄγοι καιρός· κατονειδίζοντος δὲ αὐτοὺς νόμου τοῦ θείου, καὶ καταπτοούσης ἔσθ' ὅτε τῆς θείας ὀργῆς, ἴενται μὲν ὀκνηρῶς ἐπὶ τὸ σωτήριον βάπτισμα, καὶ συμμετέχουσι πόνων τοῖς ἐξειλεγμένοις, ἢ μετριώτερον συννηστεύοντες, ἢ καὶ συζηλοῦντες ἔσθ' ὅτε τῶν πολεμουμένων Ἐκκλησιῶν, οὐ μὴν ἔτι καὶ καταφρονεῖν τῶν ἐν κόσμῳ πειθόμενοι, ἀλλ' ὥσπερ ἴδιον καὶ ἐκνεμηθέντα αὐτοῖς ὑπονοστοῦντες κλῆρον, τὰς ἐπὶ τοῖς ἐπιγείοις ἡδονάς τε καὶ τέρψεις. ∆ιὰ τοῦτο ἔφασκεν ὁ Χριστὸς τοῖς τῆς ὀρθότητος ἐρασταῖς, καὶ εὐσεβεῖν ὅτι μάλιστα διεσπουδακόσι· «Προσέχετε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι φροντίσι καὶ μερίμναις βιωτικαῖς.» Ἢ οὐκ ἐπιζήμιον εἶναι φὴς τὸ χρῆμα, ὦ τᾶν; {ΠΑΛΛ.} Φημὶ, πῶς γὰρ οὔ; {ΚΥΡ.} Λεπτὸν δὲ τοῖς γεγραμμένοις τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνιεὶς, καταθαυμάσαις εὖ μάλα τῆς εἰκόνος τὸ κάλλος. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Οἱ κτηνοτροφίας ἕνεκα παίδων τε καὶ γυναικῶν, ἐπαύλεών τε καὶ οἰκοδομημάτων, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον εἰσδεδεγμένοι, Ῥουβείμ ἐστι καὶ Γάδ. {ΠΑΛΛ.} Καὶ τί δὴ τοῦτό ἐστιν; {ΚΥΡ.} Ὁ μὲν γὰρ ἦν πρωτότοκος ἐξ Ἰακὼβ, ὁ δὲ θεραπαίνης ἐξέφυ τῆς Ζελφᾶς. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν πρωτότοκοι μὲν διὰ τὴν πίστιν, οἱ κεκλημένοι, καὶ κλῆρον λαχόντες παρὰ Θεῷ τὸν ἐξαίρετον, ὅσον ἧκεν εἰς τὴν χάριν, οὐ φιλελεύθεροι δὲ, διά γε τὴν εἰς τὰ αἰσχίω ῥοπήν· ἐκκλησίαν δὲ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, τοὺς ἐν πίστει δεδικαιωμένους, διακεκλῆσθαί φαμεν. Ἀλλ' οὐ φιλελεύθερος ὁ πρωτότοκος, κοινωνὸς δὲ μᾶλλον καὶ συνεραστὴς τοῖς τὸ τῆς δουλείας αἶσχος οὐ πεφευγόσιν. {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἀλλ' ἤδη μου πρὸς ἀκτὴν ἰόντος τοῦ λόγου, καὶ οἱονεί που τῶν πεισμάτων ποιουμένου τὰς ἐκβολὰς, ἔπεισιν εἰπεῖν καὶ προσαναμνῆσαι πάλιν, ὅτι χρὴ πρὸς πᾶν ὁτιοῦν ἀνδρίζεσθαι τῶν τελούντων εἰς ὄνησιν, καὶ γύμνασμα εἰς ἀρετὴν ἡγεῖσθαι τοὺς πόνους, διακεῖσθαι δὲ οὐχ ἑτέρως ἢ ὅτι Θεὸς ὁ σώζων 68.408 ἐστὶ, καὶ τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων δωρούμενος, κἂν εἰ πολὺ μείζοσιν ἢ ταῖς ἐν ἡμῖν ἀντιφέροιντο ἀλκαῖς. Ὅτι γὰρ οὐκ ἀνόνητον ἱδρῶτα καταστάζομεν, τοὺς ὑπὲρ ἀρετῆς ἀνατλάντες πόνους, διδάξει λέγων ἐν τῷ ∆ευτερονομίῳ Μωσῆς· «Καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν, ἢν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ.» Νοσεῖν δὲ τὴν ἄνανδρον οὐκ ἐᾷ δειλίαν, ἀνασκοπουμένους εὖ μάλα τὴν τοῦ προασπίζοντος χεῖρα. Γράφει δὲ οὕτω πάλιν· «Ἐὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου, ὅτι Πολὺ τὸ ἔθνος τοῦτο, ἢ ἐγὼ, πῶς δυνήσομαι ἐξολοθρεῦσαι αὐτούς; οὐ φοβηθήσῃ αὐτούς· μνείᾳ μνησθήσῃ ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῷ Φαραὼ, καὶ πᾶσι τοῖς Αἰγυπτίοις τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· τὰ σημεῖα, καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὸν βραχίονα τὸν ὑψηλόν· ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου· οὕτως ποιήσει Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.»
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΚΤΟΣ. Ὅτι χρὴ Θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι μόνῳ, καὶ ἀγαπᾷν αὐτὸν ἐξ
ὅλης ψυχῆς καὶ καρδίας. {ΚΥΡ.} Ἀνδρείας μὲν οὖν πέρι τῆς ἐν Χριστῷ νοουμένης, καὶ πνευματικῆς εὐσθενείας ἀποχρῶν, ἡμῖν, ὡς ἔοικεν, ἐκπεποίηται λόγος, ὦ