De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Αἰγύπτου νεομηνίας, ἐστάθη ἡ σκηνὴ, καὶ ἔστησε Μωσῆς τὴν σκηνήν.» Ἐγήγερται μὲν οὖν, κατὰ τὸ Θεῷ δοκοῦν, ἡ ἀρχαία σκηνὴ τῆς ἐν Χριστῷ νοουμένης Ἐκκλησίας, ἐφ' ἑαυτῇ τοὺς τύπους εὖ μάλα προσαναφαίνουσα. Πολυπραγμονῶμεν δὲ, εἰ δοκεῖ, τὰς αἰτίας τοῦ διὰ Μωσέως ἐγηγέρθαι μᾶλλον αὐτὴν, σεσιγημένου πρὸς τὸ παρὸν Ἰησοῦ τοῦ Ναυῆ, καίτοι παρεστηκότος ἀεὶ τῷ παναρίστῳ Μωσῇ, καὶ συναναθρώσκοντος μὲν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, πολεμοῦντος δὲ καὶ ἀντεξάγοντος τῷ Ἀμαλὴκ διὰ φωνῆς Μωσέως. Ἔφη γάρ που πρὸς αὐτὸν, «Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον.» Καὶ παρετάξατο, καὶ νενίκηκε. Τίς οὖν ἄρα ἐστὶν ὁ τοῦδε λόγος, οὐ δοκιμάζειν ἄξιον; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν ἐφ' ἑκάστῳ τῶν δρωμένων τὸν τοῦ μυστηρίου λόγον εἴπερ ἕλοιτό τις ἐξακριβοῦν ὡς ἔνι, κατατεθηπὼς ἐρεῖ τὸ, «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!» Ἄθρει γὰρ ὅπως λεπτός τε καὶ ἀναγκαῖος ὁ ἐφ' ἑκάστῳ νοῦς· ἀναθέοντι μὲν γὰρ εἰς τὸ ὄρος τῷ θεσπεσίῳ Μωσῇ, συνάνεισιν Ἰησοῦς· οὐ γὰρ προσιτὸς ἑτέρως ὁ Πατὴρ, εἰ μὴ δι' Υἱοῦ. Καὶ γάρ ἐστιν ἀληθὲς, εἰ λέγοιτο· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Ἐν Χριστῷ τοιγαροῦν καὶ αὐτοῖς τοῖς ἁγίοις ἡ πρόσοδος· καὶ οὐκ ἄν τις δύναιτο, καθάπερ εἰς ὄρος, ἀναπηδᾷν εἰς ὑψηλήν τινα καὶ ὑπερφερῆ θεωρίαν, ἀλλ' οὐδ' ἂν, οἶμαι, τὶς ἀγχοῦ γένοιτο Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι συν 68.653 αφείας, τῆς ἐν πνεύματι καὶ ἁγιασμῷ πολιτείας, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Ἐμμανουὴλ, καὶ τὰ ἀνθρώποις ἀνέφικτα βάσιμα τιθέντος καὶ ἱππήλατα. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς Ἡσαΐου εἰρη-μένον, «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ πάντα τὰ σκολιὰ ἔσται εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας.» Ἐν Χριστῷ γὰρ ἡμῖν καὶ τὰ ἀνάντη λεῖα, καὶ βάσιμον τὸ τραχύ· ψιλὰ δὲ καὶ ὕπτια, τὰ δυσπόρευτα. Καὶ γὰρ, ὡς αὐτός που πάλιν φησὶν ὁ προφήτης, «Ὁδὸς εὐσεβῶν. εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Οὐκοῦν ἀναγκαίως συνάνεισιν Ἰησοῦς τῷ θεσπεσίῳ Μωσῇ. Προσιτὸς γὰρ, ὡς ἔφην, ὁ Πατὴρ δι' Υἱοῦ, καὶ αὐτός ἐστιν ὁ μεσίτης, συνάπτων ἡμᾶς δι' ἑαυτοῦ, καὶ ἐν τοῖς ὑπὲρ φύσιν ὑψώμασιν ἀνακομίζων. Παρετέτακτο δὲ σὺν ἀπολέκτοις ἀνδράσι, καὶ ἐνίκα τὸν Ἀμαλήκ. Ἐπιλεξάμενος γὰρ τοὺς ἁγίους ὁ Χριστὸς, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, νενίκηκε τὸν ἀρχηγὸν τοῦ αἰῶνος τούτου· Μωσῆς δὲ ὁ κελεύων ἦν· γέγονε γὰρ ὑπὸ νόμον ὁ Υἱὸς, καίτοι νομοθέτης ὑπάρχων ὡς Θεός. Καὶ τῆς παρατάξεως ὁ καιρὸς οὐ κατ' αὐτὴν ἐκείνην ἐπράττετο τὴν ἡμέραν, καθ' ἢν οἱ Μωσέως γεγόνασι λόγοι, ἀλλ' εἰς τὴν αὔριον, τοῦτ' ἔστιν, εἰς ὑπέρθεσιν ἑτέρου καιροῦ. Προηγόρευσε γὰρ ὁ νόμος τὰ ἐσόμενα, καὶ τῶν τοῦ Σωτῆρος κατορθωμάτων λαμπρὰν ἔχει τὴν ἀφήγησιν, εἰ νοοῖτο πνευματικῶς. Ταύτῃτοι, καθάπερ ἐγᾦμαι, καὶ τὴν ἁγίαν σκηνὴν ἀνέστησεν ὁ Μωσῆς. Ἔστι γὰρ οὐκ ἀσυντελὴς ἡ διὰ νόμου παί-δευσις εἰς τὴν τῆς Ἐκκλησίας σύστασιν. Παιδαγωγεῖ γὰρ εἰς Χριστὸν, ὅς ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, καὶ ἡ πᾶσα σύστασις, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν Ἰουδαίοις προσπεφώνηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν καὶ ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οἰκοδομεῖ τοιγαροῦν καὶ ὁ Μωσῆς, τοῦτ' ἔστιν, ἡ διὰ νόμου παίδευσις, τὴν Ἐκκλησίαν Χριστοῦ, τὸ ἐπ' αὐτῇ μυστήριον ὡς ἐν σκιαῖς ἔτι προαναφαίνουσα. Πρόσωπον δὲ τὸ Μωσέως ἔσθ' ὅτε τὸν δι' αὐτοῦ παρίστησι νόμον, κατά γε τὸ ἐν εὐαγγελικαῖς παραβολαῖς ὀρθῶς εἰρημένον, «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τί δ' ἂν βούλοιτο κατασημῆναι πάλιν τὸ, ἐν ἡμέρᾳ χρῆναι μιᾷ, καὶ μὴν καὶ τὸ, νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου, καὶ τὸ, ἐν δευτέρῳ ἔτει τὴν ἁγίαν διαπήγνυσθαι σκηνὴν, φέρε δὴ λέγωμεν ἰχνηλατοῦντες τὸ ἀληθὲς, καὶ τὸ ὡς ἄριστα ἔχειν τοῖς ἐντευξομένοις δοκοῦν. Ἡμέρα μὲν γὰρ ἡ μία τὸν πολύευκτον ἡμῖν καὶ σωτήριον ὑποφαίνει καιρὸν, καθ' ὃν ἄνθρωπος γεγονὼς ὁ Μονογενὴς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς κατεκτήσατο τοὺς ἐπὶ τῆς γῆς τῷ Θεῷ καὶ