De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἀναπόβλητον ἠῤῥωστηκόσι τὴν νοητὴν ἐπήρειαν· ἅγιον γὰρ ἥκιστά γε τὸ νοσοῦν ἀεὶ τὰ προσπεφυκότα τῶν παθῶν· ἀλλ' εἰ καί τινι [τῶν] ἀμωμήτως ἐχόντων ἔν γε δὴ σφίσιν αὐτοῖς, καὶ ἀδιαβλήτως εἰς λειτουργίαν, τὸ ἀῤῥωστῆσαι συμβαίνει τὰ κοινὰ δὴ ταυτὶ καὶ οὐκ ἐξίτηλα τῶν παθῶν, οὐκ ἀνεπιτίμητον ἐᾶσθαι δεῖν αὐτὸν ἐπιτάττει, λέγων· «Εἶπον πρὸς Ἀαρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ, καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι· ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· Εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος 68.796 ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ' αὐτῷ ᾖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ἀαρὼν τοῦ ἱερέως, καὶ οὗτος λεπρᾷ ἢ γονοῤῥυεῖ, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ, καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ἄνθρωπος ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετοῦ ἀκαθάρτου, ὃ μιαίνει αὐτὸν, ἢ ἐπ' ἀνθρώπῳ, ἐν ᾧ μιαίνει αὐτὸν κατὰ πᾶσαν ἀκαθαρσίαν αὐτοῦ· ψυχὴ ἥτις ἐὰν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ δύῃ ὁ ἥλιος, καὶ καθαρὸς ἔσται, καὶ τότε φάγεται τῶν ἁγίων, ὅτι ἄρτος αὐτοῦ ἐστι. Θνησιμαῖον καὶ θηριάλωτον οὐ φάγεται, μὴ μιανθῆναι αὐτὸν ἐν αὐτοῖς. Ἐγὼ Κύριος, καὶ φυλάξονται τὰ φυλάγματά μου, ἵνα μὴ λάβωσι δι' αὐτὰ ἁμαρτίαν, καὶ ἀποθάνωσι δι' αὐτὰ, ἐὰν βεβηλώσωσιν αὐτά. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Οἱ γὰρ δὴ προσάγοντες τὰ ἱερὰ, φησὶν, ἤτοι τὰ ἁγιαζόμενα παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὅσα ἂν ἀναθεῖεν εἰς θυσίαν τῷ Θεῷ, μὴ βεβηλούντων αὐτοῦ τὸ ὄνομα, προσάγοντες οὐ προηγνισμένοι, καὶ ἀναπόνιπτον ἔχοντες ἔτι τὴν ἀκαθαρσίαν ἣν ἂν συμβαίνει παθεῖν· ἢ ἴστωσαν ὅτι, φησὶ, τὴν ἐσχάτην εὐθὺς ἀποτίσουσι δίκην. Ἐγὼ γάρ εἰμι Κύριος, τοῦτ' ἔστιν, οὐ θεὸς ψευδώνυμος, εἰς ὃν εἰ καί τις ἁμάρτοι τυχὸν, οὐδὲν ἔσται πλημμελές. Τί γὰρ ἂν καὶ γένοιτο πρὸς ἡμῶν εἰς ξύλον ἢ λίθον, ᾧπερ ἂν ἕποιτο καὶ τὸ εὐθύνεσθαι δεῖν; Οὐκοῦν τοῖς ἄγαν δείμασι προσεπανορθῶν εἰς ἀσφάλειαν τῆς ἀκαθαρσίας, τοὺς τρόπους καθ' οὓς ἂν γένοιτο πρὸς ἡμῶν ἀπαριθμεῖται χρησίμως, ὡς ἂν εἰδεῖεν οἱ λειτουργοὶ τῆς αὐτοῖς ὅτι μάλιστα πρεπούσης ἐπιεικείας τὴν ὁδὸν, καὶ δι' ὧν ἂν εἶεν δεκτοί τε καὶ καθαροὶ, τὴν τῷ νομοθέτῃ θυμαρεστάτην διαστείχοντες ζωήν. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τὸν μὲν οὖν λεπρῶντα καὶ γονοῤῥυῆ, καὶ τῆς ἱερᾶς ἐξίστησι λειτουργίας, καὶ δεῖν γενέσθαι φησὶ τῶν ἁγίων ἀμέτοχον, μέχρις ἂν αὐτῷ τὸ συμβὰν ἀποκρούσαιτο, καὶ ἀπωτάτω γένοιτο τοῦ νοσεῖν. Προσάπτει δὲ τούτοις, ὡς ὁμοφυᾶ νοσοῦντα ἀκαθαρσίαν, τὸν ἁπτόμενον πάσης ἀκαθαρσίας ψυχῆς, ἢ ᾧ ἐὰν ἐξέλθῃ κοίτη σπέρματος, καὶ μέντοι τὸν ἑρπετοῦ θιγγάνοντα, καὶ ἀνδρὸς ἡντιναοῦν ἔχοντος ἐπὶ μολυσμῷ τὴν κατάῤῥησιν· οὐ πάθεσιν, οἶμαι, σωματικοῖς ἐπιτιμῶντος τοῦ νόμου, κατά γε τὸν ἀληθῆ καὶ ἀμωμήτως ἔχοντα σκοπὸν, ἀλλ' ὡς ἐν τύποις ἔτι, τοῖς ἐν αἰσθήσει καὶ σωματικοῖς, τὰ ἐν ψυχαῖς ἀποφαίνοντος. Σύμβολον δὴ οὖν νεκρώσεως μὲν, ἡ λέπρα· δαπανᾷ γὰρ καὶ καταβόσκεται τὴν σάρκα, μεθίστησι δὲ εἰς τὸ παρὰ φύσιν, καὶ ἀλλοιοῖ τοῦ σώματος τὴν ὄψιν. Γονόῤῥοια δὲ, καρπογονίας ἐστὶν ἀπόθεσις, ῥεούσης εἰς τὸ μηδὲν τῆς φύσεως· ὁποῖος ἄν τις ὁρῷτο καὶ ἀνθρώπου νοῦς παρενεχθεὶς εἰς παραφθορὰν καὶ μονονουχὶ δαπανώμενος εἰς ἀκαρπίαν, διά γε τοῦ δύνασθαι συνιέναι μηδὲν τῶν ἀναγ 68.797 καίων εἰς σωτηρίαν· ὁποῖοί τινες γεγόνασιν Ὑμέναιός τε καὶ Ἀλέξανδρος, οἰόμενοί τε καὶ λέγοντες ἀνάστασιν ἤδη γεγονέναι. Καὶ προστεθεῖεν ἂν τούτοις, οἱ ἀπονεύοντες ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ τῆς ἑαυτῶν διανοίας τὸν καρπὸν παραῤῥιπτοῦντες ἁπλῶς εἰς ἑώλους καὶ ἀσελγεῖς ἡδονάς. Οὐκοῦν ὁ λεπρὸς μὲν καὶ γονοῤῥυὴς, τοῦτ' ἔστιν, ὁ τοῖς νεκρότητος ἔργοις ἐνισχημένος (εἶεν δ' ἂν ἔργα νεκρότητος, τὰ τῆς σαρκὸς πάθη), καὶ ὁ τὴν ἔσω καρποφορίαν, τὴν εἰς νοῦν δηλονότι καὶ κεκρυμμένην, οὐκ