De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
αὐτὸν ἔναντι Κυρίου, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς.» {ΠΑΛΛ.} Τίς οὖν ἄρα ἐστὶν ἡ τεκοῦσα γυνή; καὶ τίς ἂν εἴη πάλιν ὅγε ἐπ' αὐτῇ τοῦ νόμου σκοπός; {ΚΥΡ.} Ἰσχνομυθεῖν, ὡς ἔοικεν, ἀναγκαῖον ἡμᾶς. ∆ριμὺ γὰρ λίαν τῆς ἐντολῆς τὸ χρῆμα, καὶ οὐχ ἕτοιμον ἑλεῖν, πλὴν ὡς ἔνι διερευνήσωμεν. Ἐκεῖνό γε μήν· ὦ Παλλάδιε, καὶ πρό γε τῶν ἄλλων κατατέθηπά τοι. {ΠΑΛΛ.} Τὸ τί δὴ φής, {ΚΥΡ.} Ἰόντος γὰρ δὴ τοῦ νόμου κατὰ γυναικὸς ἁπάσης τικτούσης ἄρσεν ἢ θῆλυ, καὶ γενικωτάτην ἡμῶν ποιουμένου τὴν κατάῤῥησιν, ὑπεξῄρηται τῆς δυσφημίας ἡ ἁγία Παρθένος, ἧς ἐκφῦναί φαμεν τὸν κατὰ σάρκα Χριστόν. Θέα γὰρ, εἴ τοι δοκεῖ, τοῦ νόμου τὸ ἀκριβές. Γυνὴ γὰρ, φησὶν, καὶ οὐ πᾶσαι τυχὸν ἀδιακρίτως, ἀλλ' εἴ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔστω. Ἀλλ' ἐκ Πνεύματος ἁγίου τὸ θεῖον συνέστη σῶμα, πλαστουργούμενον ἀῤῥήτως ἐν τῇ ἁγίᾳ Παρθένῳ, καὶ τῶν τῆς φύσεως νόμων ὀλίγα πεφροντικός. Ἥκιστα γὰρ δὴ σπερματικῆς ἐδεῖτο καταβολῆς ὁ τῶν ἁγίων πρωτότοκος, ἡ ἀπαρχὴ τῶν λαχόντων τὴν ἐκ Θεοῦ διὰ Πνεύματος ἀναγέννησιν. Περὶ ὧν εἴρηται σαφῶς· «Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» ∆ιέδρα δὴ οὖν τὴν ἐκ νόμου καταβοὴν ἡ ἁγία Παρθένος, σπερματισθεῖσα μὲν οὐδαμῶς, ἐνεργείᾳ δὲ τῇ διὰ ἁγίου Πνεύματος τὸ θεῖον ἀποκυήσασα βρέφος. Ἡ δὲ τίκτουσα καὶ ἀκάθαρτος διὰ τοῦτο γυνὴ, εἴη ἂν, κατά γε τὸ εἰκὸς καὶ τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἡ ἀνθρώπου φύσις. Τὸ γάρ τοι τῆς γυναικὸς πρόσωπον αὐτῇ περιθήσομεν εἴς γε τὸ παρὸν τῇ φύσει. Κατηγορεῖται δὲ νόμῳ, καὶ μολυσμοῖς ἔνοχος ὀνομάζεται, διά τοι τὸ τίκτειν εἰς φθορὰν, καὶ οὐκ εἶναι μὲν ἐν οἷς ἦν εὐθὺς τὸ εἶναι λαχοῦσα παρὰ Θεῷ (γέγονε γὰρ ἐπὶ ἀφθαρσίᾳ)· παρενηνέχθαι δὲ μᾶλλον εἰς τὸ καταφθείρεσθαι δεῖν, κατεγνωσμένη διὰ τὴν παράβασιν, καὶ τὴν ἐκ θείας ἀρᾶς ἀνατλᾶσα δίκην παρὰ φύσιν ἡ φύσις. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε,» κατὰ τὸ γεγραμμένον, «οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, καὶ οὐκ ἔστιν ᾄδου βασίλειον ἐπὶ γῆς. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» Καταμολύνει δὴ 68.1008 οὖν τὴν φύσιν ἡ ἐπείσακτος φθορὰ, καὶ ὁ φθόνῳ διαβολικῷ κατακρατήσας θάνατος, ῥίζαν ἔχων τὴν ἁμαρτίαν. Καταμιαίνει δὲ καὶ ἑτέρως, τὸ ὡς ἐν φιληδονίᾳ σαρκικῇ σπείρεσθαι τὰ γεννώμενα. Καὶ δή τι τοιοῦτον ὑποδηλοῦν ἔοικεν ὁ θεσπέσιος ∆αβὶδ ψάλλων τε καὶ λέγων· «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἀκάθαρτος οὖν ἡ φύσις, ὡς ἐκ παραβάσεώς τε καὶ ἐξ ἀρᾶς ὑπομένουσα τὴν φθορὰν, παρά γε τὸ Θεῷ δοκοῦν. Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, τὸ (σιξ) ἀληθὴς ὁ λόγος. {ΠΑΛΛ.} Τίνα δὴ οὖν τρόπον ἀπαλλάττοιτο ἄν τις ἀκαθαρσίας, προστίθει λοιπόν. {ΚΥΡ.} Αὐτὸς ἡμῖν, ὦ Παλλάδιε, κατέδειξε τὴν ὁδὸν καταδικάζων ὁ νόμος. «Ἀφοριζέσθω γὰρ, φησὶν, ὡς ἀκάθαρτος, ἑπτὰ ἡμέρας.» Ἀπαριθμείτω δὲ καὶ ἑτέρας τρεῖς καὶ τριάκοντα, καὶ καθίσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, ἐπ' ἄρσενι δὲ δηλονότι τῷ γεννήματι· εἰ δὲ δὴ θῆλυ τέκοι, φησὶ, διπλοῦς ὁ ἀφορισμὸς, διπλῆ καὶ ἡ τῶν ἑτέρων ἡμερῶν ἀπαρίθμησις. Οὐκοῦν εἰ μὲν ἄρσεν εἴη τὸ ἀποτεχθὲν, ἀκάθαρτος ἡ τεκοῦσα, καὶ ἐν μολυσμοῖς ἑπτὰ καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας, τουτέστι, τεσσαράκοντα· εἰ δὲ θῆλυ, δὶς ἑπτὰ, καὶ ἑξήκοντα καὶ ἓξ, τουτέστιν, ὀγδοήκοντα. {ΠΑΛΛ.} Καὶ τίς ἂν εἴη λοιπὸν καὶ ὁ τοῦδε λόγος; {ΚΥΡ.} Ἐκ παραδειγμάτων ἡμᾶς σαρκικῶν ἀνακομίζει πάλιν ὁ νόμος εἰς κατάληψιν τῶν ἀφανεστέρων, καὶ ὥσπερ τινὰ πίνακα πνευματικῆς θεωρίας ἀναγράφει τὰ αἰσθητά. Φασὶ τοιγαροῦν οἱ ταῦτα σοφοὶ, ὡς εἰ μὲν ἄρσεν εἴη τὸ ἐν μήτρᾳ καταβληθὲν, εἰδοποιεῖσθαι μόλις ἡμερῶν αὐτὸ τεσσαράκοντα δεδαπανημένων· εἰ δέ γε θῆλυ, βραδεῖαν ἔχει τὴν εἰς τοῦτο πάροδον, ὡς ἀσθενές τε καὶ ἄναλκι. ∆εῖσθαι δὲ δὴ καὶ αὐτό φασιν, εἰς εἰδοποίησιν ἐναργῆ, τῶν δὶς τεσσαράκοντα ἡμερῶν, τουτέστιν, ὀγδοήκοντα. Ἀκάθαρτος οὖν ἡ ἀῤῥενοτόκος ἐν ἡμέραις τεσσαράκοντα· ἡ δέ γε θήλεος μήτηρ, ἐν ὅλαις ἦν