De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τὰ ὅσαπερ ἂν εἰς δόξαν βλέποι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸ βούλεσθαι κατορθοῦν τὸ τῷ γεννήσαντι δοκοῦν. Καταβέβηκα γὰρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Τοῦτό τοι φρονεῖν καὶ κατορθοῦν ᾑρημένοι καὶ οἱ θεσπέσιοι μαθηταὶ διαῤῥήδην ἔφασκον· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ γοῦν ἐδίδασκον λέγειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Ὁρᾷς ὅτι σύμφοροί τε καὶ ὁμογνώμονες Χριστοῦ γεγονότες, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν διαβεβαιοῦνται σαφῶς; Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν κεφαλὴν ἐσθίεσθαι τοῦ ἀμνοῦ. Πορεία γε μὴν ἡ Χριστοῦ, τὸ κατ' αὐτὸν ἀνατλῆναι γεννικῶς, καὶ μὴ κατοκνῆσαι τὸν θάνατον, ἵν' ὡς Παῦλός φησιν, ἁμαρτωλοὺς σώσῃ· ἑτοιμοτάτους δὲ εἶναι καὶ ἡμᾶς αὐτοὺς εἰς τοῦτο προσήκει, καὶ αὐτὴν ὑπὲρ ἀδελφῶν δαπανῶντας ἑτοίμως τὴν ἐν σώματι ζωήν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων μαθητῶν· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Παῦλός γε μὴν ἐπιτιμᾷ τισιν ὡδί πη λέγων· «Τί κλαίετε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸς δὲ Χριστὸς τοῖς ἰδίοις ἴχνεσι κατακολουθεῖν ἐπιτάττων· «Ὃς οὐ λαμβάνει,» φησὶ, «τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἁγία δὲ καὶ ἑτέρως πανταχῆ, καὶ διὰ πάσης ἀρετῆς, ἡ Χριστοῦ πορεία καὶ ὁδός. Ἐντόσθια δὲ νοήσεις τὸν ἐπ' αὐτῷ κεκρυμμένον τε καὶ ἐν παραβύστῳ λόγον. Θεὸς γὰρ ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Μονογενὴς, γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ γεγεννηκότος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ εἰς δούλου μορφήν. Εἰσδεξώμεθα δὴ οὖν ἐν ἰδίαις ψυχαῖς, οὐχὶ μόνα τὰ ἀν 68.1073 θρώπινα, καὶ ἐξωφανῆ τὸν Ἐμμανουὴλ, ἀλλὰ καὶ αὐτῶν τῶν ἐντοσθίων, τουτέστι, τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, εὐτροφίαν ἕξομεν τὴν πνευματικήν. ∆απανᾶσθαί γε μὴν αὐτῇ δεῖν ἔφη τῇ μιᾷ νυκτὶ τὸν ἀμνὸν, οὐδενὸς τὸ σύμπαν περιλελειμμένου, καὶ εἰς τὸ πρωῒ μένοντος. Συντρίβεσθαι δὲ καὶ ὀστοῦν οὐκ ἐᾷ, τοῦ μὲν πρώτου κατασημαίνοντος, ὡς εἰς αἰῶνα τὸν μέλλοντα, καθ' ἕτερόν τινα τρόπον ἁγιάσει τε καὶ εὐλογήσει Χριστὸς τοὺς ἀνακειμένους αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ οὐχὶ δὴ πάντως ἀποθρέψει πάλιν τῇ ἰδίᾳ σαρκὶ, καὶ ζωοποιήσει τῷ αἵματι, καθάπερ ἀμέλει καὶ νῦν, ἀλλ' ὡς ἤδη κατηργημένου θανάτου, καὶ λυθείσης εἰσάπαν τῆς φθορᾶς, νοητὸς ἔσται τις ὁ τοῦ ἁγιάζοντος τρόπος. Οὐκοῦν τὸ πρωῒ κατασημήνειεν ἂν οὐχ ἕτερον οἶμαί τι, παρὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τοῦ δὲ δευτέρου, τοῦ μὴ χρῆναι, λέγω, συντρίβεσθαι τὸ ὀστοῦν, εἰς ἐννοίας ἡμᾶς ἀναφέροντος τὰς ἐπὶ Χριστῷ, καὶ ἀκολουθεῖν ἀναπείθοντος ταῖς τῶν θεηγόρων φωναῖς. Ὁ γάρτοι θεσπέσιος εὐαγγελιστὴς, σωματικώτερον ἐκλαβὼν ἐπὶ Χριστοῦ τὸ χρησμῴδημα, «Οὐ κατέαξαν αὐτοῦ,» φησὶν, «οἱ στρατιῶται τὰ σκέλη, ὅπως πληρωθῇ τὸ γεγραμμένον· Καὶ ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ.» Ἐσθίουσι δὲ τὸν ἀμνὸν, διεζωσμένοι τὰς ὀσφύας, ὑποδησάμενοι τοὺς πόδας, καὶ βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶ, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἐν σχήματι γεγονότες τῶν ὁδοιπορεῖν εἰωθότων, καὶ μάλα ὀρθῶς. Εὐτρεπεῖς γὰρ ὥσπερ γεγονότες τοῦ μεθίστασθαι νοητῶς, καὶ οἱονεί πως ἐξοδοιπορεῖν ἐπειγόμενοι τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων μεταφοιτᾷν προθυμούμενοι, μεταληψόμεθα τοῦ Χριστοῦ πανάγνως καὶ καθαρῶς. Οὐ γὰρ τοῖς προσκαίροις ἐμφιλοχωρεῖν εἰθίσμεθα, μετατρέχομεν δὲ γεννικῶς εἰς τὰ πεπηγότα καὶ μένοντα· καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν ἀπαίροντες, εἰς ἀστειότητα τὴν πνευματικὴν μεταθρώσκομεν μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ταύτῃ τοι περίκεινται σχῆμα τοῖς ὁδοιπορεῖν εἰωθόσι τὸ πρέπον, οἱ τὸν ἀμνὸν ἐσθίοντες εἰς τύπον Χριστοῦ. Πλὴν, ἐν σπουδῇ