De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
πεπτωκότα ἐν τῇ ὁδῷ· μὴ ὑπερίδῃς, ἀνιστῶν ἀναστήσεις αὐτὰ μετ' αὐτοῦ.» Συνίης οὖν, ὅπως ἡμᾶς ἀστειότατα παιδαγωγεῖ πρὸς τὸ ἄγαν ἤδη πως καὶ τελέως ἀγαθὸν, μελέτησιν ὥσπερ ἀμνησικακίας ποιεῖσθαι προστάττων, τὴν εἰς τὰ κτήνη φειδὼ τοῦ λελυπηκότος, ὃν καὶ ἄνω τε καὶ κάτω τῷ τῆς ἀδελφότητος ὀνόματι στεφανοῖ, κατακωλύων, οἶμαί που, τὸ ἔντονον εἰς ὀργὰς, καὶ τὸ περιττὸν εἰς μικροψυχίας, καὶ τὸν τῆς φύσεως νόμον, βραβευτὴν ὥσπερ τινὰ τῆς ἀγάπης εἰσφέρων. Ἂν γὰρ εὕρῃς, φησὶν, πλανώμενον κτῆνος, ἢ ἀπολωλὸς ἱμάτιον, περισώσεις αὐτὰ τῷ ἀδελφῷ σου· κἂν εἰ γένοιτό τι τῶν ἀχθοφορεῖν εἰωθότων κατολισθῆσαν εἰς γῆν ὑπ' αὐτῷ συντρίβεσθαι τῷ φορτίῳ, συνεργάσῃ καὶ συνεγερεῖς. Ἕτερον δὲ τοῦτό ἐστιν οὐδὲν, ἢ τὸν κεκτημένον ὠφελεῖν, καὶ μελέτη πρὸς ἔλεον, καὶ παιδαγωγία πρὸς φιλοικειότητα, καὶ τὸ λυπεῖσθαι μακρὰ παρωθεῖσθαι ζητεῖν, καὶ παραιτεῖσθαι διαφορὰς, ὑπέρ γε τοῦ μὴ δοκεῖν προσκρούειν ἀγάπῃ καὶ νόμῳ τῷ εἰς φιλαδελφίαν. Εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι, τὸ χρησμῴδημα· εἰ γὰρ τοσαύτη γέγονε τῷ νομοθέτῃ φροντὶς, ὡς εἰ καί τι τῶν ἀλόγων εἴη τὸ πεπονθὸς, ὀρέγειν ἡμᾶς τὴν ἐπικουρίαν, πῶς οὐκ ἂν αὐτῷ μειζόνως ἀρέσειεν ἡ εἰς ἀνθρώπους φειδὼ, καὶ ἡ τοῖς ὁμογενέσιν ὀφειλομένη φιλαλληλία; οὐκοῦν κἂν εἰ ἐχθρὸς πλανῷτο τυχὸν, μανθανέτω τὴν ἐπ' εὐθὺ, καὶ δι' ἡμῶν νευέτω πρὸς τὸ συμφέρον. Οὕτω καὶ ὁ Χριστὸς, λίθοις μὲν ἐβάλλετο παρὰ τῶν ἐξ Ἰσραὴλ, ἐπεφώνει δὲ ὅμως· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Καὶ εἰ πόνῳ τις καὶ πειρασμοῖς ἐνθλίβοιτο τῶν προσκεκρουκότων, καὶ οἱονείπως εἰς γῆν ἐῤῥιμμένος, ἀφύκτοις ἀνάγκαις καταπιέζοιτο, φησὶν, ἐπικουρείσθω πρὸς ἡμῶν, καὶ ἔστω λύπης ἀμείνων, ὁ διάφορος. Ἢ οὐχὶ δὴ τοῦτό ἐστιν, «Εὖ ποιεῖτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς;» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Ἁγιοπρεπὲς οὖν ἄρα, τὸ τοῖς κάμνουσι συναλγεῖν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἐφ' οἷς ἦν ἄμεινον ἐποικτείρεσθαι δεῖν, πλεονεξίας τῆς κατ' αὐτῶν ποιεῖσθαι πρόφασιν, ἐπιθρώσκοντάς τε καὶ ἐπιμηνιῶντας ἔτι τοῖς ἠδικημένοις. Κἂν εἰ δύναιτό τις λαθραίους ἀποτελεῖν τῆς ἐπιβουλῆς τοὺς τρόπους, ἀποσχέσθαι δεῖν ὁ νόμος εὖ μάλα φησὶ καὶ τῶν ἐπὶ τῷδε κακουργημάτων· ἔφη γὰρ πάλιν· «Οὐ κακῶς ἐρεῖς κωφὸν, καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον.» Καί τοι πῶς οὐκ ἄμεινον, καὶ τοῖς ἄγαν ἐπιεικέσιν ὅτι μάλιστα πρέπει τὸ χαλινὸν ὥσπερ ἔχειν ἐν 68.564 γλώττῃ, καὶ τὴν ἐφ' ὁτῳοῦν, μᾶλλον δὲ ἀνθρώπῳ παντὶ παραιτεῖσθαι κατάῤῥησιν; Μὴ καταλαλεῖτε γὰρ, φησὶν, ἀδελφοί μου, ἀλλήλων, τοῦ Σωτῆρος ὁ μαθητής. Νῦν δέ φησιν ὁ νόμος· «Οὐ κακῶς ἐρεῖς κωφὸν,» δι' αἰνίγματος, οἶμαί που, κατασημαίνειν ἐθέλων τὸ δεῖν ἀναγκαίως τούς γε ὡς ἀληθῶς ἐπιεικεῖς τὸν τρόπον, ἀποφοιτᾷν ἀδικίας, κἂν εἰ τὸ παθεῖν ἑτοίμως δύνασθαι συμβαίνῃ τισί· κωφὸς μὲν γὰρ ἢ τυφλὸς, ἀῤῥωστίας οὐκ ἐλεύθεροι· νοσοῦσι γὰρ δὴ τὰ ἀπὸ σώματος, καὶ τὰς αἰσθήσεις πεπήρωνται, ὄψιν δὲ λέγω καὶ ἀκοήν. Καὶ οὐκ ἂν ἀκούσειεν ὁ κωφὸς τοῦ καταλαλεῖν ἐθέλοντος, ἀλλ' οὐδ' ἂν καταθεῷτο τυφλὸς τὸν προστιθέντα σκάνδαλον. Λαθεῖν οὖν ἄρα χαλεπὸν οὐδὲν, κἂν εἰ βούλοιτό τις ἐπιβουλεύειν αὐτοῖς. Ἀλλ' οὓς ἔδει μᾶλλον ἑλεῖν, ὡς ἠῤῥωστηκότας ἤδη τῆς οἴκοθεν συμφορᾶς, καὶ προσαδικοῦντες ἁλώσονται, σκανδάλῳ μὲν τὸν τυφλὸν οὐκ εἰδότα συντρίβοντες, λοιδορίαις δὲ τὸν κωφὸν, ὡς ἐπ' εὐφημίαις, ἔσθ' ὅτε καὶ μειδιᾷν ἀναπείθοντες, πλήττοντές γε μὴν καὶ εἰς αὐτά που πολλάκις τὰ καιριώτατα. Οὐκοῦν κεκρυμμένη μὲν, εἴπερ ἕλοιτό τις, ἡ ἐπ' ἀμφοῖν ἂν γένοιτο κακουργία, σκληρότητος δὲ καὶ τῆς ἄγαν μισαλληλίας οὐκ ἂν διεξοίχοιτο γραφήν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Φιλαλλήλους γὰρ ὅτι καὶ φιλοικτίρμονας, καὶ τὸ ἀρχαῖον ἡμᾶς καθίστησι θέσπισμα, ῥᾷον ἂν μάθοις ἐπαΐων λέγοντος, ὁτὲ μὲν, ὅτι «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁτὲ δὲ αὖ, «Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψετε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτου. Πᾶσαν χῆραν καὶ