De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ ἐν σπουδῇ τὴν ἐκ τῶν αἰσχιόνων ἀποδρομὴν, δυσαποσπάστως ἔχοντος πρὸς τὰ ἀρχαῖα τοῦ νοῦ, καὶ οἱονεὶ στυγνῶς ἀφ' ἑκάστου τῶν φαύλων ἀπαίροντος, δυσοκνότατα δὲ μεθορμιζομένου πρὸς τὸ πεφυκὸς ὠφελεῖν, εἴη ἂν ἕτερον οὐδὲν, ἢ τὸ στῆναι λοιπὸν ἐν περιχώρῳ κακίας, καίτοι δρομαίως ἐξιέναι δέον. Ἢ γὰρ ἂν τῶν ἐνδεχομένων, πρὶν ὅρων ἔξω γενέσθαι κακοῦ, μέλλοντας ἀεὶ καὶ ἀναδυομένους καταληφθῆναι τῇ δίκῃ, πρὶν ἀποκαθήρασθαι τὴν κηλίδα, πρὶν ἀποπλύνασθαι τὸν ἐκ τῆς ἀρχαίας ῥᾳθυμίας ἐντετηκότα τῇ ψυχῇ μολυσμὸν, πρὶν ἀποφορτίσασθαι τὰ ἐγκλήματα, καὶ ζυγὸν ὑποδραμεῖν τὸν σωτήριον, ἀναπαύσασθαι διὰ Χριστοῦ. Ἄριστον οὖν παρακελευσμάτων τὸ, «Μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ,» τοῦτ' ἔστιν, Ἐν μηδενὶ τρόπῳ φαυλότητος διαμελλήσας ἁλῷς, ἄνιθι δὲ μᾶλλον, ὥσπερ εἰς ὄρος, εἰς ἐξῃρημένην τινὰ καὶ περίοπτον ζωὴν, οὐδὲν ἔχουσαν τὸ χαμαιῤῥιφὲς, ἀλλ' ἐν ὑψηλῇ τε καὶ ἐπηρμένῃ διαπρέπουσαν ἀρετῇ, καὶ ἀπηλλαγμένῃ φρονήματος τοῦ χθαμαλωτάτου, τοῦτ' ἔστιν τοῦ ἐπιγείου καὶ σαρκικοῦ. Γέγραπται γὰρ, ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἀνωτάτω γὰρ τῶν ἐπιγείων τὸ ἁγιοπρεπές ἐστι φρό 68.177 νημα. «Καὶ νεοττοὶ γυπὸς τὰ ὑψηλὰ πέτονται,» κατὰ τὸ γεγραμμένον, εἴπερ ἔχουσι καθάπερ εἰς ὄρος ἐν οὐρανῷ τὸ πολίτευμα, καὶ μεταποιοῦνται πατρίδος τῆς ἄνω. Γράφει δέ που καὶ Παῦλος· «Τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» {ΠΑΛΛ.} Ὄρος οὖν ἄρα τὸ νοητὸν, ἡ ἐν ἁγιασμῷ ζωὴ, καὶ τῆς ἐξαιρέτου πολιτείας τὸ ὑπερτενὲς, νοουμένης που κάτω τῆς ἐν ἀκαθαρσίαις καὶ φιλαμαρτήμονος, καὶ τοῖς ἐπιγείοις ἐντετηγμένης. {ΚΥΡ.} Εὖ ἔφης· τουτὶ γὰρ ἡμῖν ὁ λόγος εὖ μάλα καταδηλοῖ, θαυμάσειας δ' ἂν ἔτι καὶ τόδε. {ΠΑΛΛ.} Τὸ τί; {ΚΥΡ.} Ὁ μὲν γὰρ μακάριος ἄγγελος ἀμελητί τε καὶ ἀμεταστρεπτὶ διαθέοντα τὸν θεσπέσιον Λὼτ, χρῆναι δεῖν ἔφασκεν εἰς τὸ ὄρος ἀναπηδᾷν. Ὃ ἐλιπάρει λέγων· «∆έομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπὶ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρὰ, ἐκεῖ σωθήσομαι. Οὐ μικρά ἐστι, καὶ ζήσεται ἡ ψυχή μου; Καὶ εἰπὼν αὐτῷ, φησίν· Ἰδοὺ ἐγὼ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ, οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σὲ εἰσελθεῖν ἐκεῖ. ∆ιὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης, Σηγώρ. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς τὴν Σηγώρ.» {ΠΑΛΛ.} Καὶ τίς ἂν γένοιτο καὶ διὰ τούτων ἡμῖν ἡ ὄνησις, ἐθέλοιμ' ἂν, ὡς εὖ ἴσθι τοι, διαμαθεῖν. {ΚΥΡ.} Ἢ οὐχὶ συνίης, καίτοι πολὺ νενευκὼς εἰς τὸ λίαν εὐμαθὲς, ὅτι τοῖς ἄρτι φαυλότητος ἐκδεδραμηκόσι, χρῆναι δὲ δεῖν οἰομένοις ἐπὶ τὴν τῆς σωτηρίας ἵεσθαι τρίβον, οὐκ εὐθὺς, οὔτε μὴν ἐκ πρώτων ἐγχειρημάτων, ἁλώσιμος ἡ ἀρετὴ καὶ βάσιμον τὸ δοκοῦν; Ἀλλ' οὐδ' ἂν εὐκόλως ἀνακομίζοιτό τις εἰς πολιτείαν ἐξῃρημένην, οὐδ' ἂν γένοιτο μακρὰν τῶν οἱονεί πως αὐτῷ συντεθραμμένων παθῶν, ἀλλ' ἔξω μὲν ἔσται τῶν τοιούτων ἠρέμα, τό γε ὅσον εἰς προθυμίας τὰς ἐπ' ἀμείνοσι, καὶ ἐγχειρημάτων ἀρχάς· ὑψοῦ δὲ οὐ λίαν, ἢ μακράν· μονονουχὶ δὲ μεταφοιτήσειεν εἰς γῆν μὲν ὥσπερ εἰς ἑτέραν, εἰς ζωὴν μὲν ἐπαινουμένην, ὑψηλὴν δὲ οὔπω καὶ περίοπτον λαχοῦσαν τὴν δόξαν, ὁποία τις ἦν ἡ κατὰ νόμον παιδαγωγία, πρὸς ἀρχὰς ἀναφέρουσα ζωῆς ἀρίστης τε καὶ ἀγαθῆς. Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια.» Ὃν γὰρ τρόπον τοῖς περὶ γνῶσιν ἐσπουδακόσι, καὶ θεωρίας ἐφιεμένοις τῆς μυστικῆς, ἐπιτήδειος μὲν ἐν ἀρχαῖς καὶ ὅτι μάλιστα πρέπων εἴη ἂν ὁ τῆς κατηχήσεως λόγος· διᾴττουσι δὲ πρὸς ἄνδρα τέλειον ἤδη, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, 68.180 ἁρμόσειεν ἂν ἤδη πως ἡ στερεωτέρα τροφὴ, τοῦτ' ἔστιν, ὁ περὶ τῶν ἀνωτάτω λόγος, οἶμός τε ἅπασα λοιπὸν ἐρεύνης δογματικῆς· οὕτω κἀνθάδε φημὶ, τοῦτ' ἔστιν, ἐν ταῖς τῶν ἠθῶν καὶ τρόπων ἐπανορθώσεσι, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων εὐθὺς ἀναθρώσκειν