De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τοῦ κακοῦ, καὶ ἐν ὠδῖσιν ἔχων τὸ πάθος. Τοιουτονί τι σαφῶς καὶ ὁ τοῦ Σωτῆρος ἡμῖν ὑπεφώνησε μαθητής. «Μηδεὶς γὰρ,» φησὶ, «πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν. Ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Οὐκοῦν τὸ ἐκτεθνάναι τυχὸν, ὡς ἐν λέπρᾳ, φημὶ τῇ νοητῇ, καὶ ὡς ἐν πάθει τῷ κατὰ νέκρωσιν τὴν ἐξ ἁμαρτίας, οὐκ ἐν μόναις ἂν γένοιτο ταῖς ἐπιθυμίαις, ἀλλ' ἐν ταῖς ἐκβάσεσι τῶν ἀποτελεσμάτων, καὶ ἕως μὲν ἔστιν ἐν ὠδῖσιν ἔτι τοῦ νοῦ τὸ κακὸν, οὔπω νέκρωσις, οὔπω θάνατος, οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, ὡς ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς, ἀλλ' ἐν ὑποψίαις ἔτι τοῦ παθεῖν τὰ νεκροῦν εἰδότα. Ἐν δοκήσει δέ πως ἢ ἀγχοῦ τῆς λέπρας, τὴν λεύκην ἐλέγομεν. Ὄψεται, φησὶν, ὁ ἱερεὺς, τὸν τῷ πάθει κάτοχον, φημὶ δὴ τῇ λεύκῃ, καὶ εἰ μὲν ὁρῷτο μὴ μεταβάλλουσα πρὸς λέπραν, οὐ καταμιανεῖ αὐτὸν, ἀφοριεῖ δὲ μᾶλλον· οὐ γὰρ ἀνεπίπληκτον παρὰ Θεῷ, κἂν γοῦν ἐν ἐπιθυμίαις καὶ ἀγχοῦ γενέσθαι τοῦ κακοῦ. Εἰ δὲ παραιτοῖτο, φησὶ, τὸ πάθος τὴν μεταβολὴν, οὐκ εἰς τὸ χεῖρον ἐκνενευκὸς, καθαρὸς ἔστω, φησίν. Ἄριστον δὴ οὖν καὶ σωτήριον ἀληθῶς τὸ, παραιτεῖσθαι τὴν νέκρωσιν, τὴν ὡς ἐν ἔργοις φημὶ, 68.984 καὶ αὐτοῖς ἤδη πως τοῖς ἀποτελέσμασι τὸν νοῦν ἀποψύχουσαν. Σοφὸν δὲ πρὸς τούτῳ, τὸ ἀπονεύειν εὖ μάλα πειρᾶσθαι τὰ πάθη, καὶ εἰ ἐν ψιλαῖς ἔτι ταῖς ἐπιθυμίαις ὁρῷτο συμβαίνοντα· τουτὶ γὰρ, οἶμαι, ἐστὶ τὸ λέπρας αὐτῆς καὶ λεύκης ἀποφοιτᾷν. ∆ιεπύθου γὰρ ὅτι πλείστης ὅσης τὰ καθ' ἡμᾶς ἐποπτείας ἀξιοῖ Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουὴλ, ὁ μέγας ἡμῶν Ἀρχιερεὺς, καὶ προσίεται μὲν τὸ φαῦλον ἐκνενιμμένους, ἐκπέμπει δὲ δὴ τῆς τῶν ἁγίων παρεμβολῆς, εἰ καταθεῷτο μεμολυσμένους. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος. {ΚΥΡ.} «Ἅγιοι γὰρ ἔσεσθε,» φησὶν, «ὅτι ἐγὼ ἅγιός εἰμι.» Ἐπιτήρει δὲ, ὅτι πλυνάμενον τὰ ἱμάτια τὸν τῆς αἰτίας ἀπηλλαγμένον, καθαρὸν ἔσεσθαί φησι, τὴν δι' ὕδατος κάθαρσιν προαναφωνῶν ὁ νόμος, καὶ ὡς ἐν τύποις ἡμῖν τοῖς ἐν αἰσθήσει σωματικῇ, τὸ τοῦ ἁγίου βαπτίσματος καταγράφων μυστήριον. {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Θέα δὴ οὖν, ὦ Παλλάδιε, τὸ πολὺ λίαν ἐντενὲς τοῦ νόμου. Μετατάττει γὰρ ὥσπερ τὰς ἐννοίας ἡμῶν ἐπὶ τὸ ἐναντίως ἔχον, καὶ τὸ τελοῦν εἰς ὄνησιν διὰ παντὸς ὥσπερ ὑποφαίνει τρόπου. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἔφη γὰρ πάλιν· «Καὶ ἁφὴ λέπρας, ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλε τρίχα λευκὴν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ, λέπρα παλαιουμένη ἐστὶν ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ μιανεῖ αὐτὸν ὁ ἱερεὺς, καὶ ἀφοριεῖ αὐτὸν, ὅτι ἀκάθαρτός ἐστιν. Ἐὰν δὲ ἀνθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν αὐτοῦ, καθ' ὅλην τὴν ὅρασιν τοῦ ἱερέως, καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτὸς αὐτοῦ, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφὴν, ὅτι πᾶν μετέβαλε λευκὸν, καὶ καθαρός ἐστι. Καὶ ᾗ ἂν ἡμέρᾳ ὀφθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται· καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτόν. Ὁ χρὼς ὁ ὑγιὴς, ἀκάθαρτός ἐστι· λέπρα ἐστίν. Ἐὰν δὲ ἀποκαταστῇ ὁ χρὼς ὁ ὑγιὴς, καὶ μεταβάλῃ λευκὴ, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα· καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκὸν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν, καὶ καθαρός ἐστι.» {ΠΑΛΛ.} Καὶ τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἔν γε τούτῳ τῆς ἀντιστροφῆς ὁ τρόπος; {ΚΥΡ.} Οὐ γὰρ δὴ συνίης ὅτι λέπραν μὲν εἶναι διεβεβαιούμεθα, τὴν ἐκ μέρους νέκρωσιν ἐν ζώσῃ σαρκὶ, καὶ ἀπόβλητος ἦν ὁ τῇ νόσῳ κάτοχος, ὡς μεμολυσμένος; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Ἄθρει δὴ οὖν, ὅτι περιτρέπεταί πως ἡμῖν τὸ χρῆμα δὴ πάλιν εἰς τὸ ἐναντίως ἔχον. Εἰ γὰρ δὴ γένοιτο, φησὶν, ὅλος διόλου λεπρὸς, καὶ νεκρώσει κάτοχος, οὐδὲν ἔχων ὑγιὲς, ἀνείσθω δὴ τότε τῶν εἰς 68.985 μολυσμὸν ἐγκλημάτων, καθαρός ἐστι. Χρωτὸς δὲ δὴ ζῶντος εἰ