De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ζῇν τῇ ἁμαρτίᾳ, πρὸς νέκρωσιν τὴν ἐπαινουμένην μετοιχομένου τοῦ νοῦ, καὶ παγκάλην ἀληθῶς ἔχοντος τὴν μετάστασιν. Οὐκοῦν, ἀνακεφαλαιώσομαι γὰρ ἅπερ ἔφην, εἰ ζῶμεν Θεῷ, μηδὲν ἔστω νεκρὸν ἐν ἡμῖν, εἰ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, μηδὲν αὐτῆς ἔστω ζῶν ἐν ἡμῖν. Οἶμος γὰρ ἥδε λαμπρὰ πολιτείας ἡμῖν ἁγιοπρεποῦς, καὶ οὐδὲν ἐχούσης ὃ διαβεβλήσεται. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἰσχνότερον δὲ διαιρῶν ὁ νόμος τὰ τοιάδε τῶν παθῶν· «Κἂν εἰ γένοιτο,» φησὶν, «ὑποψία καὶ δόκησις, τοῦ λελεπρῶσθαι τυχὸν, ἢ ἐναπουλωθέντι τραύματι, ἤγουν ἐν μορίῳ σώματος κατακεκαυμένῳ ποτὲ, ταῖς αὐταῖς ἀκριβείαις τε καὶ ἐπισκέψεσι κεχρήσθω πάλιν ὁ ἱερεύς. Κἂν εἰ τὸ δοκοῦν ἐξανθῆσαι λευκὸν, μὴ μετατεθείη πρὸς λέπραν, καθαρὸς ἔστω,» φησίν· «εἰ δὲ δὴ γένοιτο σαφὴς μετάστασις τῆς λευκῆς εἰς λέπραν, ἀκάθαρτος ἔσται καὶ βδελυρός.» Ὑπαινίττεται δέ πως καὶ διὰ τούτων ἡμῖν ὁ νόμος, ὅτι τὰ ἐν ψυχαῖς ἀῤῥωστήματα, μυρία δὲ ὅσα ταυτὶ, τεθεραπευμένα ταῖς ἐπιεικείαις, καὶ κατὰ καιροὺς οἱονεὶ πρὸς ἀπούλωσιν ἀνενηνεγμένα, ταῖς πρὸς ἡμῶν ῥᾳθυμίαις εἰ ἀνασκαλεύοιτό πως, ἐποπτεύσει μὲν ὁ 68.989 Χριστὸς, ὁ μέγας ἡμῶν ἀρχιερεὺς, ὀρθὸν δὲ δὴ λίαν ἐξοίσει τὸ κρίμα. Εἰ γὰρ δὴ μέχρι μόνων προήκει, φησὶ, λογισμῶν ἡ νόσος, ἀνεπιτίμητος μὲν ὁ παθὼν οὐδαμῶς, ἀφορισθήσεται γὰρ, πλὴν οὐκ ἀπόβλητος παντελῶς, οὔτε μὴν εἰσάπαν νενεκρωμένος. Εἰ δὲ δὴ λογισμῶν καὶ ἐπιθυμίας αὐτῆς διᾴττοι τὸ πάθος, πεπονθὸς ἤδη πως τὴν εἰσάπαν εἴς γε τὰ χείρω μεταβολὴν, ταῖς ἐκ μολυσμῶν ὑποθήσει δίκαις τὸν αὖθις ἠῤῥωστηκότα. Παραφυλακτέον δὴ οὖν ὅτι μάλιστά γε τὰ ἤδη κατηυνασμένα μὴ ἀφυπνίζειν τῶν παθῶν, μήτε μὴν ἀνανεοῦν τὰ εἰς νοῦν τραύματα, καὶ παλινδρομεῖν εἰς τὰ ἐν ἀρχαῖς. Εἰ δὲ μὴ, καὶ ἡμεῖς ἀκούσομεν διακεκραγότος ἁγίου· «Γέγονεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» {ΠΑΛΛ.} Ὀρθῶς μοι δοκεῖς καὶ σφόδρα εἰκότα λέγειν. {ΚΥΡ.} Λέπρας μὲν οὖν πέρι καὶ τῆς ἐν οὐλαῖς τε καὶ τραύμασι, ταυτὶ πρὸς ἡμᾶς ὁ νόμος. Προσεπάγει δὲ δὴ καί φησι· «Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας ἐν τῇ κεφαλῇ, ἢ ἐν τῷ πώγωνι, καὶ ὄψεται ὁ ἱερεὺς τὴν κεφαλήν. Καὶ εἰ μέν τις εἴη κοιλότης,» φησὶν, «ἐν αὐτῇ, τοῦ δέρματος τηκομένου καὶ ὑφιζάνοντος, καὶ μὴν καὶ τριχὸς εἰς λευκότητα μεταβολὴ, λεπρὸς ὁ τοιόσδε καὶ ἀκάθαρτος ἔσται,» φησὶν, «ὁμολογουμένως. Εἰ δὲ δὴ τῶν τοιούτων γένοιτο μηδὲν, ξυράσθω τὴν κεφαλὴν ἤτοι τὸν πώγωνα,» φησὶν, «ὁ τὴν λεύκην ὑπομεμενηκώς. Ἐψιλωμένος δὲ οὕτω τὴν τρίχα, προσίτω τῷ ἱερεῖ, καὶ δοκιμαζέσθω τότε. Τῆς μὲν γὰρ σημασίας ἤτοι τῆς λευκῆς οὐ διαχεομένης εἰς τὸ εὐρὺ, μενούσης δὲ ὥσπερ κατὰ χώραν, ἤγουν εἰς τὸ μεῖον ὑπενηνεγμένης, καθαρὸς ἔστω πάλιν. Οὐ γάρ τοι λέπρα τὸ πάθος, ὑποψία δὲ μᾶλλον καὶ δόκησις. {ΠΑΛΛ.} Τίς οὖν ἂν εἴη καὶ τούτων ὁ νοῦς; {ΚΥΡ.} ∆ιττὸς ἐν ἡμῖν ὁ μολυσμὸς, ὦ Παλλάδιε, σαρκός τε καὶ πνεύματος. Καὶ κατασπιλοῖ μὲν τὴν σάρκα τὰ ταύτης ἔκτοπά τε καὶ ἀνόσια πάθη, ψυχήν τε καὶ νοῦν· μάλιστα μὲν οὖν τῶν ἄλλων ἡ ἐξ ὀρθότητος τῆς δογματικῆς ἐπὶ τὰ χείρω παραφορὰ, καὶ τῆς ὑγιοῦς πίστεως ἡ παραφθορά· καὶ προσέτι δὲ δόλοι καὶ ἀπάται, ψευδορκίαι, ψιθυρισμοὶ, φυσιώσεις, ἔριδες, ζῆλοι, καὶ ὅσα τούτοις ἀγχοῦ τε καὶ ἀδελφὰ, καὶ ἰσομοιροῦσαν ἔχει τὴν ἐπὶ φαυλότητα καταβοήν. Ἔοικε τοίνυν ὁ νόμος ἡμῖν ἐν τούτοις ψυχικῶν τάχα που διαμεμνῆσθαι παθῶν, καὶ ὅσα συμβαίνειν ἔθος κατὰ νοῦν ἀῤῥωστήματα, ταῦτα βούλεσθαι δηλοῦν· ἡ κεφαλή τε γὰρ, νοῦ τύπος· καὶ μὴν καὶ πώγων, διανοίας ἔμφρονος. Τελειότητος γὰρ καὶ αὐτὸ σημεῖον. Ἐποπτεύει τοίνυν τὰ καθ' ἡμᾶς καὶ περιεργάζεται λεπτῶς ὁ πάντων ἀρχιερεὺς, τουτέστι Χριστὸς, καὶ εἰς αὐτὸν ἐμβλέψεται τὸν νοῦν, καὶ τὰ ἔσω τε, καὶ κεκρυμμένας δοκιμάσει φρένας· κἂν εἰ μέν τις γένοιτο καταφθορά τε καὶ μεταποίησις, ἢ ἀπό γε τοῦ πιστεύειν ὀρθῶς ἐπὶ τὸ μὴ οὕτως ἔχον, ἤγουν εἰς ἠθῶν φαυλότητα καὶ κακοβουλίαν τὴν αὐ 68.992 τῷ μάλιστα κατεστυγημένην, ἀποσοβήσει δὴ πάλιν. ὡς μεμολυσμένους, καὶ τὴν εἰσάπαν