De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου. Καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ· καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον. Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ ταῦτα, ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς. Ἐὰν δὲ μὴ μιανθῇ 68.912 ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθώα ἔσται, καὶ ἐκσπερματιεῖ σπέρμα.» Ταυτὶ μὲν, ὁ νόμος. Φαίην δ' ἂν ὅτι τὸ τῶν γεγραμμένων πέρι σχολαίως ἐν ὀλίγαι· ἐννοίαις εὖ μάλα συνενεγκὼν, ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ, εἴτε φαῦλα.» {ΠΑΛΛ.} Οἴομαι μὲν ὀρθῶς εἰρῆσθαι ταυτί· πλὴν τὰ ἐφ' ἑκάστῳ τῶν τεθεσπισμένων διασάφει λεπτῶς. {ΚΥΡ.} Τὴν ἐν ὑποψίαις τοῦ μεμοιχεῦσθαι γυναῖκα, ὅταν ἐλέγχων ἐρήμην ὑπομείνῃ γραφὴν, ἄγεσθαι προστέταχε πρὸς τὸν ἱερέα, καὶ δὴ καὶ ἐν ὀφθαλμοῖς ἑστάναι Θεοῦ, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ μέλλειν ἅπαντας παραστήσεσθαι τῷ Χριστῷ· εἶτα τὸ ὑπὲρ αὐτῆς προσάγεσθαι δῶρον κρίθινον ἄλευρον, οὐ λιβάνῳ διαπεπασμένον, οὐκ ἐλαίῳ δεδευμένον· θυσία γὰρ ζηλοτυπίας ἐστὶν, ἀναμιμνήσκουσα ἁμαρτίαν. Πρόδηλον οὖν ὅτι τῆς ἑκάστου ζωῆς ὀσμή τις ὥσπερ ἄνεισι πρὸς Θεὸν, τοῖς μὲν παρειμένοις ἐπὶ τὸ ῥᾴθυμον τὴν ἐφ' ἅπασι τοῖς ἐκτοπωτάτοις ἐπιφέρουσα γραφὴν, τοῖς δέ γε βιοῦν ὀρθῶς ἄριστα διεσπουδακόσιν, ἐπιμαρτυροῦσα τὸ γνήσιον. Ταύτῃτοί φαμεν, καὶ σφόδρα εἰκότως, τῶν μὲν οὐκ ὄντων ἐν ὑποψίαις, τὰ δῶρα τὴν ἐκ πυρῶν σεμίδαλιν ἔχειν, προσόντος λιβάνου, καὶ μὴν καὶ ἐλαίου καταχεομένου. Ἕψεται γὰρ πάντως τῇ τέως ἀνθρωπίνῃ ζωῇ, ἧς ἂν εἴη καὶ τύπος ἡ ἐκ πυρῶν σεμίδαλις, τὸ ἐν εὐωδίᾳ τε καὶ ἱλαρότητι καταλογίζεσθαι δεῖν παρά γε τῷ φιλαρέτῳ Θεῷ. Νόθου δὲ καὶ ζωῆς κτηνοπρεποῦς σημεῖον ἂν γένοιτο καὶ μάλα σαφὲς, τὸ κρίθινον ἄλευρον· κτηνοπρεπέστερον γάρ πως, καὶ οὐκ ἐοικὸς ἀνθρώπῳ λίαν, τὸ ἀκρατὲς εἰς ὄρεξιν, καὶ τὸ ἀχαλίνως ἰέναι θέλειν εἰς ἐκτόπους ἡδονάς. Ταύτῃτοι κρίθινον ἄλευρον, ἡ ἐπὶ νόθῳ ζωῇ κατηγορουμένη γυνὴ, προσεκόμιζε τῷ Θεῷ, λιβάνου τε καὶ ἐλαίου δίχα, τοῦτ' ἔστιν, εὐωδίας τε καὶ ἱλαρότητος· θυσία γάρ ἐστιν ἀναμιμνήσκουσα ἁμαρτίαν. Ὅπου δὲ ἀνάμνησις ἁμαρτίας, πῶς ἂν ἢ πόθεν εἴη τὸ ἱλαρόν; Οὐ γὰρ ἐν ἐλπίδι στεφάνων ὁ κρινόμενος, ἀλλ' ἐν φόβῳ δίκης καὶ πυρός. Καὶ πρός γε δὴ τούτοις, ἀκατακάλυπτος ἡ γυνὴ προσάγεται τῷ κριτῇ, τοῦτ' ἔστιν, οὐκ ἐν τῷ συνήθει καὶ πρέποντι κόσμῳ. Καὶ τίς ἂν γένοιτο τοῦδε λόγος; Ἀκοσμίας γὰρ τὰ ἐγκλήματα, καὶ βδελυρίας ἡ γραφή. Μέμνησο δὲ ὅτι γυναῖκα ἀκατακάλυπτον οὐκ ἐᾷ προσεύχεσθαι τῷ Θεῷ, νομομαθὴς ὢν ὁ Παῦλος, τοῦ κατακαλύπτεσθαι δεῖν αὐτὴν τὸν τῆς φύσεως νόμον εἰς ἀπόδειξιν ἑλών. «Ἡ γὰρ κόμη,» φησὶν, «ἀντὶ περιβολαίου δέδοται αὐτῇ.» Οὐκέτι οὖν ἐν κόσμῳ τὸ γύναιον ἦν, διαβεβλημένον ἐπ' ἀκοσμίᾳ. Ἀκατακάλυπτον δὲ, καὶ ἑτέρως· γυμνὰ γὰρ ἐν ὀφθαλμοῖς τοῦ κρίνοντος τὰ πάντα ἐστὶ, λάθοι δ' ἂν ὅλως οὐδεὶς τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ διὰ προφήτου φωνῆς ὥδε λέγοντος· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Πλὴν ὅτι Χριστὸς ὁ κρίνων ἐστὶν, αἰνιγματωδῶς ὑποφαίνει πάλιν. Ὕδωρ γὰρ, ἔφη, ζῶν τε καὶ καθα 68.913 ρὸν εἰς ἀγγεῖον ὀστράκινον ἐνίεσθαι δεῖν, καὶ μὴν καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς. Εἶτα τῶν τῆς ἀρᾶς λόγων ἐναποπλυνθέντων ὕδατι, πίνειν ἐκέλευσε τὴν ἐν ὑποψίαις τοῦ πεπορνεῦσθαι γυναῖκα. Καὶ, «Εἰ μὲν ἔνοχος εἴη τῷ ἐγκλήματι, πρησθήσεται,» φησὶ, «κοιλίαν, καὶ πεσεῖται μηρός· εἰ δὲ