De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου. Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα. Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον. 68.708 ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν, θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα. Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. Τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.» Προσεκόμιζον δὲ καὶ καθεξῆς ἄχρι τοῦ δυοκαιδεκάτου, κατά γε τὸν ἴσον τρόπον καὶ ἐν ἀπαραλλάκτοις φιλοτιμίαις, ἐκνεμηθείσης ἑκάστῳ τῆς αὐτῷ συντεταγμένης ἡμέρας ἰδικῶς· διετύπου γὰρ ὧδε Θεός. {ΠΑΛΛ.} Καὶ τίς δὴ ἄρα ἐστὶ τῆς οὕτω πολυειδοῦς προσαγωγῆς ὁ λόγος; {ΚΥΡ.} Καρποφορία μὲν οὖν τὸ χρῆμά ἐστιν, ὦ Παλλάδιε, πέπλεκται δὲ, οἶμαι, καὶ λόγος αὐτῇ μυστικὸς εἰς τὸν Ἐμμανουὴλ, καὶ εἰς ἡμᾶς αὐτοὺς ἀνακομίζων τὸ αἴνιγμα· φράσω δὲ ὡς ἂν οἷός τε ὦ πάλιν. Ἀναδεδειγμένης γὰρ ἐν τῷδε τῷ κόσμῳ τῆς ἁγίας, καὶ ἀληθοῦς σκηνῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, πολυειδῶς ἐν αὐτῇ διαπρέπων Χριστὸς καὶ μονονουχὶ παρ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὡς ἱερὸν προσάγεται θύμα τῷ Θεῷ καὶ Πατρὶ, λύτρον καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς, εἷς ὁ πάντων ἀντάξιος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς ὡς εἷς ἐξ ἡμῶν, ἑαυτὸν προσκεκόμικε τῷ Θεῷ καὶ Πατρὶ, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως εὐωδιαζούσης ἐν ἁγιασμῷ, φυσικῶς μὲν καὶ οὐσιωδῶς ἐνυπάρχοντι, καθ' ὃ νοεῖται καὶ ἔστι Θεὸς, εἰσκεκριμένως δὲ αὖ διὰ τὸ ἀνθρώπινον. Εἷς δὲ ὑπάρχων καὶ αὐτὸς, κατὰ πολλοὺς ἐγράφετο τρόπους, ὡς ἔν γε τῇ τῶν ἀρχόντων προσκομιδῇ, ἱερουργεῖται δὲ ὥσπερ καὶ νῦν ὁ Χριστὸς, διὰ τῶν κατὰ καιροὺς ἡγουμένων πολυτρόπως νοούμενος, καὶ διαφόροις ὀνόμασιν ἐκτετιμημένος· καὶ καθ' ἡμέραν προσφορὰ, τὸ ἀνεκλειπὲς οἱονεί πως καὶ ἀκατάληκτον τῆς Χριστοῦ θυσίας ἐν ἡμέρᾳ πάσῃ καὶ τὸ ἐν αὐτῇ καρποφόρον τῶν ἐν πίστει δεδικαιωμένων ὑποδηλοῦντος τοῦ πράγματος. Οὐ γὰρ ἐπιλείψουσιν οἱ προσκυνηταὶ, ἀλλ' οὐδὲ σπάνις ἔσται δωροφορίας· προσκομισθήσεται δὲ πρὸς ἡμῶν καὶ ὑπὲρ ἡμῶν ὁ Χριστὸς, μυστικῶς ἱερουργούμενος ἐν ταῖς ἁγίαις σκηναῖς. Αὐτὸς δὲ ἡμῶν καρποφορία πρώτη καὶ ἐξαίρετος· προσκεκόμικε γὰρ ἑαυτὸν εἰς θυσίαν τῷ Πατρὶ, καὶ οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, κατὰ τὸν ἀμωμήτως ἔχοντα λόγον, ἀλλ' ὑπὲρ ἡμῶν τῶν ὑπὸ ζυγὸν καὶ γραφὴν ἁμαρτίας. Καθ' ὁμοιότητα δὲ τὴν πρὸς αὐτὸν, ἱερὰ θύματα καὶ ἡμεῖς, κόσμῳ μὲν ἀποθνήσκοντες, ὡς νενεκρωμένης τῆς ἁμαρτίας ἐν ἡμῖν, ζῶντες δὲ τῷ Θεῷ, τὴν ἐν ἁγιασμῷ καὶ ὁσιότητι ζωήν. Ταυτὶ γὰρ ἡμῖν ὑπεμφαίνειν ἔοικεν ἡ τῶν ἀρχόντων προσαγωγὴ, ἣν καὶ ἀνὰ μέρος ἐκβασανίζοντες τοῖς καθήκουσι λογισμοῖς, ὅπως ἂν ἡμῖν εὖ ἔχοι, βούλει λέγωμεν κατὰ τὸ ἐγχωροῦν; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Προσκεκόμισται μὲν οὖν παρὰ ἑκάστου μόσχος· ἐκνενέμηνται δὲ τοῖς ἱεροῖς ἔργοις τῆς ἁγίας σκηνῆς, ἓξ οὖσαι τὸν ἀριθμὸν αἱ ἅμαξαι. Εἶτα παρ' 68.709 ἑκάστου τρυβλίον ἓν ἀργυροῦν, καὶ φιάλη μία, καὶ ἀμφότερα, φησὶ, πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυΐσκη μία θυμιάματος ἔμπλεως, κριὸς εἷς, ἀμνὸς εἷς ἐνιαύσιος εἰς ὁλοκαύτωμα, χίμαρος ἐξ αἰγῶν περὶ ἁμαρτίας· καὶ ταυτὶ μὲν τὰ ὁλοκαυτώματα. Προσεκόμιζον δὲ καὶ εἰς θυσίαν σωτηρίου, φησὶ, δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίους πέντε. {ΠΑΛΛ.} Φράζε δὴ οὖν καὶ πρό γε τῶν ἄλλων, τί τὸ μεταξὺ, καὶ ποίαν ἄν τις εἴποι τὴν διαφορὰν τῆς τοῦ σωτηρίου θυσίας, καὶ ὁλοκαυτώματος. {ΚΥΡ.} Ἄκουε δή. Τὰ μὲν γὰρ ὁλοκαυτώματα τῶν ζώων ὅλα δι' ὅλων, ἱερῷ καὶ ἀσβέστῳ κατεφλέγετο πυρὶ, οὐδενὸς τὸ σύμπαν ἐξῃρημένου, ἀλλ' οἱονεί πως παντὸς μορίου καὶ μέλους εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντος τῷ. θεῷ, τὰ δέ γε ὑπὲρ τῆς τοῦ σωτηρίου θυσίας σφαζόμενα, μερικὴν