De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
φής· ἄμεινον γὰρ θατέρου, τὸ ἄρσεν. {ΚΥΡ.} Ἴδοις δ' ἂν ἐν Χριστῷ, τὸ ὡς ἐν δόξῃ διάφορον· ἄρχων μὲν γάρ ἐστι καὶ τῶν ὅλων καθηγητὴς ὁμολογουμένως, ὡς Θεὸς καὶ Κύριος. Γέγονε δὲ καὶ ὡς ἐν τάξει δεύτερος, διὰ τὸ ἀνθρώπινον, τέθειται δὲ καὶ ὑπὸ νόμον, ὡς ὑφηγούμενος. {ΠΑΛΛ.} Πιθανὸς ὁ νοῦς. {ΚΥΡ.} Καὶ ἑτέρους δὲ μολυσμῶν ἐπισυνάπτει τρόπους, καὶ τὸν ἐφ' ἑκάστῳ δὴ πάλιν, προκεχρησμῴδηκεν ἁγνισμὸν, ὡς ἐν Χριστῷ πληρούμενον. Ἔφη δὲ οὕτως· «Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ, καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου, ἢ θηριαλώτου ἀκαθάρτου, ἢ τῶν θνησιμαίων βδελυγμάτων τῶν ἀκαθάρτων, ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων, ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ τοῦτο δὲ γνῷ, καὶ πλημμελήσῃ, ἡ ψυχὴ ἡ ἄνομος, ἡ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ' ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων· καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὧν ἡμάρτηκε κατ' αὐτῆς· καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρ 68.969 τίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.» Ἄθρει δὴ οὖν ὅτι τὸν ὁρκισμοῦ φωνῆς ἐπαΐοντα, καὶ παρ' οὐδὲν ὅλως τὸ πρᾶγμα πεποιημένον, καὶ τὸν ἑτέροις ἔνοχον μολυσμοῖς, καὶ μὴν ἐπὶ τούτῳ, τὸν ἐπὶ τῇ ψευδορκίᾳ κατεγνωσμένον, ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτῳ τίθησι πλημμελείας τρόπῳ· μολυσμὸς γὰρ ἀληθῶς ἐξαίσιος, καὶ εἰς αὐτό που τὸ λοῖσθον ἀναθρώσκει τῶν κακῶν, ἡ εἰς Θεὸν καταφρόνησις, καὶ ταῖς σαρκικαῖς ἀκαθαρσίαις ἐγγύς τε καὶ ἀδελφὸν τὸ πλημμέλημα, ἢ οὐκ ἐν ἴσῳ θετέον λόγῳ τὴν ἐπάρατον ψευδορκίαν καὶ ὁρκισμοῦ καταφρόνησιν; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν· ἰσοπαλῆ γάρ πως ἐπ' ἀμφοῖν ἀεὶ τὰ ἐγκλήματα. {ΚΥΡ.} Ἕψεται δὴ οὖν καὶ τούτοις ἡ λύσις δι' ἐξαγορεύσεώς τε καὶ μὴν καὶ ἀμνάδος, ἤτοι προβάτου σφαγῆς· «Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος,» φησὶν, «ἵνα δικαιωθῇς.» Καὶ μὴν καὶ ὁ θεῖος ἀναφωνεῖ ∆αβίδ· «Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Πλὴν, οὐκ ἀπόχρη εἰς τὴν τελείαν ἀπόνιψιν τὸ ἐξαγορεῦσαι μόνον, ἀπαλλάττει δὲ παντελῶς ὁ Χριστοῦ θάνατος, παθόντος ὑπὲρ ἡμῶν, καὶ ταῖς ἁπάντων ἡμῶν ἁμαρτίαις ἑαυτὸν ὑποφέροντος ὡς ἐν εἴδει παντὶ τῶν ἡμέρων ζώων· ἐν μόσχῳ δὴ λέγω, καὶ μὴν καὶ προβάτῳ καὶ αἰγί. Ἀπροφάσιστον δὲ ὥσπερ καθιστὰς ὁ νόμος τὸ ῥᾴθυμον εἰς θυσίαν, τοῖς ἐν μολυσμοῖς καὶ ἀκαθαρσίαις, εἰ μὴ μόσχον τις ἔχοι καὶ πρόβατον, τοῖς κατὰ χεῖρα καὶ ἐν ἰσχύϊ τιμᾷν ἀναπείθει, λέγων· «Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα, καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας πρότερον, καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτοῦ ἀπὸ τοῦ σφονδύλου, καὶ οὐ διελεῖ, καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας, ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου. Τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου. Ἁμαρτίας γάρ ἐστι, καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.» Τρυγόνι μὲν δὴ καὶ περιστερᾷ παρεικαστέον εὖ μάλα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅτι τὸ μέν ἐστιν εὐφωνότατόν τε καὶ λαλίστατον ἐν στρουθίοις, τὸ δὲ ὅτι μάλιστα πρὸς ἄκρον ἥκει πραότητος. Ἄμφω δὲ ἦν ἐν Χριστῷ. Πᾶσαν μὲν γὰρ κατεκήλησε τὴν οἰκουμένην τοῖς εὐαγγελικοῖς κηρύγμασι, τρυγὼν ἡ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ, λιγυρὸν ὥσπερ ἐνιεῖσα μέλος, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατατρανοῦσα θέλησιν. Ὡς γὰρ ὁ θεσπέσιος Ἰωάννης φησὶν, «Ὃν ἀπέστειλεν ὁ Θεὸς,