De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μαθηταὶ, δύναμιν τὴν παρ' αὐτοῦ τὴν θεοπρεπῆ δεχόμενοι, καὶ τῆς ἄνωθεν ὑπεροχῆς τὴν λαμπρότητα μεθεκτῶς ἐκπεπλουτηκότες, καὶ πληροῦντες διὰ τοῦτο τὰς θεοσημίας. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} «Καὶ πρός γε τῇ κιβωτῷ, ποιήσεις,» φησὶν, «ἱλαστήριον, ἐπίθεμα χρυσίου καθαροῦ δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος. Καὶ ποιήσεις δύο Χερουβὶμ χρυσᾶ τορνευτά· καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. Ποιηθήσονται Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ Χερουβὶμ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου. Καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. Ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰσάλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ. Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κεφαλὴν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἂν δῶ σοι. Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.» {ΠΑΛΛ.} Εἶτα τί τὸ ἱλαστήριον εἶναι φής; {ΚΥΡ.} Ὅσον μὲν ἧκεν εἴς τε γράμμα καὶ σκιὰν, ἐκ χρυσοῦ ἐπεποίητο καθαροῦ, καὶ ἐπήρτητό πως ἐπικειμένη τῇ κιβωτῷ· εἴρηται γὰρ ἐπίθεμα διὰ τοῦτο. Τετραμμένοι δὲ εἰς αὐτὸ καὶ βλέποντες, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι κατηγλαϊσμένοι, πρὸς Θεὸν ἐδόκουν τετράφθαι καὶ βλέπειν. Φαμὲν δὲ εἶναι τὸ ἱλαστήριον, εἰ νοοῖτο πνευματικῶς, τὸν δι' ἡμᾶς γενόμενον ἄνθρωπον, «ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Παῦλος γὰρ ὧδέ φησιν. Ἐπιστέλλει δὲ ἡμῖν καὶ Ἰωάννης ὁ σοφώτατος μαθητής· «Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις δὲ ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνων, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.» ∆ι' αὐτοῦ γὰρ ἱλασμὸς, εὐχή τε πᾶσα, καὶ αἴτησις ἀγαθῶν. «Ἕως γὰρ ἄρτι,» φησὶν, «οὐκ ᾐτήσατε οὐδὲν ἐπὶ τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.» Αὐτὸς οὖν ἄρα τὸ ἱλαστήριον. ∆ι' αὐτοῦ γὰρ ἡμῖν ἵλεως ὁ Πατὴρ, καὶ εἰς αὐτὸν καταλήγει πᾶν πέρας εὐχῆς, καὶ δι' αὐτοῦ πρόσιμεν, οὐχ ἑτέρως ὄντες δεκτοί. Τοιγάρτοι φησὶν, «Ἐγώ εἰμι ἡ ὁδός·» καὶ, «Ἐγώ εἰμι θύρα,» καὶ, «Οὐδεὶς ἔρχεται πρὸς τὸν 68.601 Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Πλὴν εἰ καὶ γέγονε καθ' ἡμᾶς, καθιεὶς ἑαυτὸν εἰς ἀνθρωπότητά τε καὶ κένωσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀλλ' ἔστι καὶ ἴδιον αὐτοῦ φυσικῶς τὸ ἐν δόξῃ νοεῖσθαι τῇ θεοπρεπεῖ, καὶ ἐν ὑπεροχαῖς ὑπάρχειν ταῖς ὑπὲρ τὴν κτίσιν, καθάπερ ἀμέλει καὶ πρὸ τῆς σαρκός. ∆ιὰ τοῦτο τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, πυκάζοντα ταῖς πτέρυξι, καὶ πρὸς αὐτὸ τετραμμένα, καὶ ἀεὶ τὸ πρόσωπον ἐπερείδοντα, καὶ δορυφορίας μὲν ἀπόδειξις ἐναργὴς, ἡ εἰς δεξιά τε καὶ εὐώνυμα στάσις. Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἔντονόν τε καὶ ἀκόρεστον εἰς θεοπτίαν, ὑπεμφαίνειν ἔοικεν, τὸ βλέπειν ἀεὶ τὰ Χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον. Ἐν τῷ ἰδίῳ δὲ σχήματι γράφει τὸν Υἱὸν καὶ ὁ προφήτης Ἡσαΐας, λέγων· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ εἱστήκεσαν κύκλῳ αὐτοῦ,» καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι, φησὶ, καλύπτειν δὲ αὐτὰ, ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πέτεσθαι δὲ ταῖς ἑτέραις. Καὶ εἰ μὲν οἴοιτό τις ὅτι τὸ τοῦ Θεοῦ πρόσωπον, καὶ μὴν καὶ τοὺς πόδας κατεκάλυπτον τὰ Σεραφὶμ, οὐδὲν ἀπεικὸς ἐννοεῖν τι τοιοῦτον. Μετατρέποντες γὰρ εἰς Ἑλλήνων φωνὴν, τοῦ Σεραφὶμ τὴν δήλωσιν, γνώσεως πληθυσμὸν ἤτοι σοφίας χύσιν σημαινομένην εὑρήσομεν. Ὑπεμφαίνουσι τοιγαροῦν τῷ σχήματι καὶ μάλα σαφῶς, αἱ πάνσοφοί τε καὶ ἀνωτάτω δυνάμεις, ὅτι Θεοῦ πρόσωπον οὐ θέμις ὁρᾶσθαι πρός τινος. Ἄποπτος γὰρ παντελῶς ἡ ὑπὲρ πάντα νοῦν ἐστι φύσις, καὶ φῶς ἀπρόσιτον οἰκεῖ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, καὶ «Οὐδεὶς ὄψεται Θεοῦ πρόσωπον, καὶ ζήσεται,» κατά γε τὸ παρ'