De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ Θεοῦ καὶ λελυτρωμένον, αὐτῷ κατακολουθεῖν χρὴ, καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακι σμὸν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς. Σφαλερὸν μὲν οὖν, ὡς ἔοικεν, ὦ Παλλάδιε, φαίην δ' ἂν ὅτι καὶ βδελυρώτατον, εἴσω τε πάσης βεβηκὸς ἀτοπίας, μὴ τὸ κατανδρίζεσθαι φιλεῖν φαυλότητός τε καὶ ἁμαρτίας· θρυπτομένους δὲ ὥσπερ εἰς ἐκτόπους ἡδονὰς, καὶ θηλυπρεπεῖς μαλακίας ἐγκαθιέντας τῷ 68.304 νῷ, τῆς εἰς ἀρετὴν εὐτολμίας ἀποφοιτᾷν, καί τοι παρὸν εὖ μάλα διὰ Χριστοῦ πρὸς πᾶν ὁτιοῦν ἀναθρώσκειν δύνασθαι τῶν ἐπαινουμένων, καὶ πρός γε τούτῳ, ἡμᾶς παραθήγει, λέγων, ὁ ἱερώτατος Παῦλος· «Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.» {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ποιήσομεν γὰρ δύναμιν ἐν Χριστῷ· πλὴν οὐκ ἂν οἶμαί τις ἀνιδρωτὶ κατορθώσειε τὸ κατανεανιεύεσθαι παθῶν, καὶ ἀπορθοῦν εἰς τοῦτο τὸν οἰκεῖον ἰσχῦσαι νοῦν. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Τοιγάρτοι χρῆμα διαφανές τε καὶ ἀξιόληπτον, καὶ ἀναπίπτουσι μὲν οὐχ ἁλώσιμον, ἐκτετιμηκόσι δὲ τὸ πονεῖν, εὐπόριστον. Γέγραπται δὲ, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν.» Μικροῖς δὲ ἱδρῶσι δύνασθαι κατορθοῦν τὰ ἐξαίρετα τῶν πραγμάτων, ἀμαθὲς οἶμαί που, καὶ τὸ μόνον ἐννοεῖν. Ἢ οὐχὶ τῶν ἄλλων ἁπάντων ἡμῖν ὅτι μάλιστα τιμαλφέστατον εἴη ἂν, τὸ διασῶσαι τὴν ψυχὴν, καὶ τῆς ἰδίας ὑπεραθλῆσαι ζωῆς; {ΠΑΛΛ.} Μάλιστά γε. {ΚΥΡ.} Τὸ δὲ ἤδη περιφανὲς ἐν δόξῃ, τίσι μάλιστα τῶν ἀθλητῶν οἰήσῃ πρέπειν, πότερα τοῖς ἀθλοῦσιν ὀρθῶς καὶ ἐξησκημένως, καὶ οἷς ἐν λόγῳ τὸ χρῆναι νικᾷν, ἢ τοῖς ὡς ἥδιστα διαχεομένοις εἰς τρυφὰς, καὶ τὴν ἐν ῥᾳστώνῃ ζωὴν, τῆς ἀρίστης ἀνθῃρημένοις; {ΠΑΛΛ.} Καὶ πῶς, ἢ πόθεν ἀμφίλογον, ὡς ἥκιστα μὲν τὸ νικᾷν πρέποι ἂν τοῖς ἠῤῥωστηκόσι τὸ ῥᾳθυμεῖν, τό γε μὴν δύνασθαι κρατεῖν τοῖς ἐπιεικεστέροις; {ΚΥΡ.} Ἀρ' οὖν ἐροῦμεν ὡς καὶ προσήκοι εἰς εὐκλείας δύναμιν τὸ χρῆμα αὐτοῖς, ἐῤῥῶσθαι μὲν φράσουσι τὸ χρῆναι πονεῖν, τόγε μὴν ἀνεῖσθαι καὶ τρυφᾷν ἑλομένοις. {ΠΑΛΛ.} Οὐ μὲν οὖν. {ΚΥΡ.} Ἕψεται δὴ οὖν τοῖς ὅτι μάλιστα φιλοπονωτάτοις, τὸ εὐδοκιμεῖν καὶ ἀγώνων δίχα κατορθώσειεν ἂν οὐδεὶς τὸ εἶναι περιφανής. {ΠΑΛΛ.} Ἄραρεν. {ΚΥΡ.} Ἰτέον δὴ οὖν, Παλλάδιε, κατ' εὐθὺ τῶν ἐπαινουμένων, καὶ ἀνδρείας τῆς εἰς ἀρετὴν ἐπιμελητέον, εὐψυχίας τε τῆς ἄγαν καὶ τεθαυμασμένης παρά τε τῇ θεοπνεύστῳ Γραφῇ, καὶ τῆς ἐντριβοῦς καὶ φίλης τῶν ἁγίων ψυχαῖς. Τοιγάρτοι καὶ ὁ θεσπέσιος ∆αβὶδ εἰς τοῦτο διανενευκόσιν εὖ μάλα, προσεφώνει λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ὡς δὲ αὐτὸ δὴ τουτὶ καὶ πρό γε τῶν ἄλλων κατωρθωκὼς, αὐτὸς ἑαυτῷ σεμνύνεται, καί φησι· «Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω·» Μύρια γὰρ ὅσα περὶ ἡμᾶς τὰ σκάνδαλα, κρείττων 68.305 δὲ, οἶμαι, παντὸς ἀριθμοῦ πληθὺς δαιμονίων κατερεθίζει πρὸς ἁμαρτίαν, καὶ προσέτι τῶν ἐμφύτων ἡδονῶν οὐκ ἀγεννὴς ἀγριότης, φιλοχρηματίαι τε καὶ ἀλαζονίαι, καὶ οἱ φόνου γείτονες ἐπισκήπτουσι φθόνοι, μῖσος καὶ καταλαλιαὶ, καὶ τί γὰρ οὐχὶ τῶν ὁμοίων κακῶν. Ἀλλ' οἱ μὲν εὔκολοι πρὸς ἀπαγωγὴν, οὐδ' ὅσον εἰπεῖν τοῦ χρῆναι γενναίως τὰ τοιάδε διενεγκεῖν ἄκρῳ τάχα που δακτύλῳ προσψαύσοντες, ἀμελητὶ τὸ νικᾷν ἀπονέμοντι τοῖς ἐχθροῖς, σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, οἱονεί πως εἰς γῆν ἐῤῥιμμένοι, καὶ ἀμαχεὶ τρόπον τινὰ τοῖς τῆς φαυλότητος ὑπενηνεγμένοι ποσίν. Οἱ δὲ φιλάρετοί τε καὶ ἀγαθοὶ, καὶ τῆς ἄνωθεν ἐφιέμενοι δόξης, ζωῆς τε τῆς εἰς αἰῶνα μεταλαχεῖν γλιχόμενοι, γενναιότατα καὶ