De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δρᾷν. Ἀλλ' ὧδε μὲν ἔχει τοῦ νόμου τὸ αἴνιγμα. Πρὸς διάνοιαν δὲ τὴν ἀληθῆ, καὶ ὅτι μάλιστα τὴν πρεπωδεστάτην ἡμῖν τοῖς πνευματικοῖς, τοὺς ἀκαθάρτους ἐπὶ ψυχῇ ἀνθρώπου, ταύτῃ τοι καὶ ἐν μηνὶ 68.1084 τῷ δευτέρῳ τελοῦντας τὴν ἑορτὴν, σφάζοντάς τε τὸ ἱερεῖον, εἰς τύπον Χριστοῦ, κατὰ τὸν τοῦ Πάσχα νόμον, οὐχ ἑτέρους εἶναι νομιοῦμεν, ἢ ὅτι τοὺς Ἰουδαίους ἐπὶ τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμολυσμένους, καὶ γραφὴν ἔχοντας εἰς ἀκαθαρσίαν, τὸ ἐμπαροινῆσαι εἰς τὸν Ἐμμανουήλ. Οἱ γάρ τοι τοιοίδε τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀπώλισθον ἀναγκαίως. Ὑστερίζουσι δὲ καὶ διημαρτήκασι τοῦ καιροῦ καθ' ὃν ὁ τῆς ἁπάντων ζωῆς ἀρχηγὸς τετελείωται διὰ παθημάτων· ἐλέου γε μὴν τοῦ πάντας σώζειν ἐθέλοντος, ἐν τοῖς μετὰ τοῦτο καιροῖς, ὡς ἐν μηνὶ δευτέρῳ μεθέξουσι καὶ αὐτοὶ τοῦ Χριστοῦ, καὶ συνεορτάσουσι τοῖς ἁγίοις, τοῖς ἐν καιρῷ κεκλημένοις, δῆλον δὲ ὅτι τοῖς ἐξ ἐθνῶν· ἄθρει γὰρ ὅπως οἱ μὲν ἐν Αἰγύπτῳ τὸν τῆς εἰδωλολατρείας εὐθὺς ἀποτριψάμενοι ῥύπον, σφάζουσι τὸν ἀμνὸν ἐν πρώτῳ μηνὶ, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἀναθρώσκουσιν. Οἱ δὲ κεχρισμένοι τῷ αἵματι τοῦ Κυρίου, παρ' οὐδὲν ἡγήσονται τὸν ὀλοθρευτὴν, καὶ ἀμείνους ἔσονται τῆς φθορᾶς. Οἱ δὲ, ὡς ἐν ἔτει τε καὶ ἐν μηνὶ δευτέρῳ, προσίασι μόλις καὶ ὁμολογοῦσι τὸν μολυσμόν. Καὶ ὅτι γεγόνασιν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, διεβεβαιοῦντο σαφῶς, καὶ τῆς εὐλογίας ἀξιοῦσι τυχεῖν, ὕστερον δὲ καὶ μετὰ τοὺς πρώτους, πληροῦσι τὴν ἑορτήν· «Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Προαναπεφώνηκε δέ που καὶ ὁ προφήτης περὶ αὐτῶν· «Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν.» Ἐπιζητηθήσεται γὰρ ἐν ἐσχάτοις καιροῖς παρὰ τῶν ὑπολελειμμένων ἐξ Ἰσραὴλ, ὁ ἐκ σπέρματος ∆αβὶδ, κατὰ σάρκα Χριστός. {ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος· τέθειται γὰρ ἐν ἐλπίσιν ὁ Ἰσραήλ. {ΚΥΡ.} Ὅτι δὲ οὐκ ἀπλημμελὲς, μᾶλλον δὲ καὶ τῶν ἄγαν σφαλερωτάτων, τὸ μὴ πληροῦν ἑορτὰς ἐπὶ Χριστῷ, διεσάφησεν εὐθὺ, τὸν μήτε ἀκάθαρτον ἐπὶ ψυχῇ ἀνθρώπου, μήτε μὴν ἐν ὁδῷ μακρᾷ γεγονότα, καὶ ἀναγκαῖον οὐκ ἔχοντα παραπόδισμα, ποιναῖς ταῖς ἐσχάταις ὑπενεχθήσεσθαι λέγων, εἰ μὴ δρᾷν ἕλοιτο τὰ νενομισμένα. Νοηθείη δ' ἂν πρὸς ἡμῶν ἀκάθαρτος μὲν ὡς ἐπ' ἀνθρώπου ψυχῇ, καθάπερ ἐλέγομεν ἀρτίως, ὁ κυριοκτόνος Ἰουδαῖος. Ἐν ὁδῷ δὲ ὥσπερ μακρᾷ, καὶ ἔξω που τῆς Ἱερουσαλὴμ ἤτοι τῆς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, «Ὁ τῷ ξύλῳ λέγων, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ λέγων, Σὺ ἐγέννησάς με.» Καὶ μέντοι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνῶν, ἤγουν ὁ ἑτέραν τινὰ νοσήσας πλάνησιν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἀγχοῦ μὲν ὑπάρχων νοοῖτο Θεοῦ πᾶς ἀνὴρ ἀγαθὸς, καὶ ἀκιβδήλευτον ἔχων ἐπ' αὐτῷ τὴν δόξαν· ἐξέστηκε δὲ καὶ ἀποφοιτᾷ καὶ ἔστι μακρὰν πᾶς εἴ τις οὐχ ὧδε ἔχει. Οὐκοῦν οἱ μήτε ἀκάθαρτοι ἐπὶ ψυχῆς ἀνθρώπου κατὰ τοὺς Ἰουδαίους, μήτε μὴν ὄντες ἐν ὁδῷ μακρᾷ, καθ' Ἕλληνας ἢ αἱρετικοὺς, σπουδαίως τε καὶ ἀμελλητὶ προσοίσομεν τὴν θυσίαν, καὶ τὰς ἑορτὰς Κυρίου τι 68.1085 μήσομεν. Ἑορτάσει δὲ σὺν ὑμῖν κατὰ τὸν ἴσον νόμον, καὶ συνησθήσεται χαίρουσιν ὁ προσήλυτος. Τοὺς γάρ τοι κατὰ καιροὺς τῆς ἐν Χριστῷ πίστεως προσιεμένους τὰ αὐχήματα, ποιούμεθα κοινωνοὺς τῆς ἀναιμάκτου θυσίας, καὶ τῆς ἁγίας τραπέζης καλοῦμεν εἰς μέθεξιν. Κἀκεῖνο δὲ οἶμαι προσεπενεγκεῖν ἀναγκαῖον, ὅτι κεκράτηκεν ἔθος ἐν Ἐκκλησίαις, ἀπό γε, οἶμαι, τοῦδε τοῦ νόμου, ὡς εἰ ἐκπίπτοι τοῦ πρώτου μηνὸς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη, τὸν δεύτερον καὶ ἀγχοῦ περιεργάζεσθαι μῆνα, καὶ ἐν αὐτῷ ζητεῖν τὴν ὡρισμένην ἡμέραν, ἵνα μὴ ἐξοίχοιτο τοῦ ἀληθοῦς τῆς ἑορτῆς ὁ καιρός. Ἔχει δὲ οὕτω τὸ χρῆμα, καθὰ καὶ τῷ πάλαι προηγόρευται νόμῳ. {ΠΑΛΛ.} Ὀρθῶς ἔφης· πλὴν, ἐκεῖνο φράσον. Εἰ μὴ παντί τῳ τυχὸν καὶ εἰ ἐν ὁδῷ γένηται μακρᾷ, καὶ ὡς ἀπωτάτω τῆς Ἱερουσαλὴμ, ἐφῆκεν ὁ νόμος ἀνεπιλήπτως δύνασθαι τὸ Πάσχα πληροῦν. {ΚΥΡ.} Οὐ μὲν οὖν· ἐν μόνῃ γὰρ δὴ καταθύειν ἐκέλευε