De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ τὴν ἀρχαίαν ἐκείνην ἔφασκεν ἐντολὴν, οὐκ ἀμωμήτως ἔχουσαν, ἀντεισῆχθαι δὲ τὴν ἑτέραν, τουτέστι τὴν εὐαγγελικήν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἀργοτέραν οὖν ἄρα τὴν ἐν νόμῳ παίδευσιν ἀποφαίνει τὸ αἴνιγμα, ξυρᾶσθαι κελεῦον τὸν εὐξάμενον Ἰσραὴλ, ὡς μολυσμὸν ὑπομείναντα τὸν ἐπὶ νεκρῷ, τουτέστι, τὸν τοῖς τῆς κυριοκτονίας ἐνισχημένον ἐγκλήμασι, κόμην δὲ ὥσπερ ἑτέραν ἁγιάζειν Θεῷ μετὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὴν ἀνάστασιν, τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν ἀκριβῆ καὶ τετορευμένην ἀστειότητά τε καὶ παίδευσιν. Τῷ γε μὴν τρέφοντι τὴν τρίχα, μετὰ τὴν ὀγδόην, τρυγόνας προσάγειν καὶ περιστερὰς ὁ νόμος προστέταχε, μήνυσιν ὥσπερ καὶ τοῦτο τιθεὶς τοῦ καθαίροντος τοὺς μεμολυσμένους, τουτέστι, Χριστοῦ. Σημαίνεται γὰρ δι' ἀμφοῖν, ὡς εὐφωνότατος μὲν ἐν τρυγόνι, πραότατος δὲ διὰ τῆς περιστερᾶς· καὶ τοιούτου νόμου βραδυγλώσσου τε ὄντος, καὶ τὸ πρᾶον οὐκ ἔχοντος. Ἐπιτίθησι γὰρ εὐθὺς τοῖς πλημμελοῦσι τὰς δίκας. Ἀναφέρεται δὲ καὶ ἀμνὸς τοῖς στρουθίοις ὁμοῦ, ἵνα διὰ πάντων νοοῖτο Χριστὸς, ὡς διὰ μὲν τῶν στρουθίων, ἄνωθεν καὶ ἐξ οὐρανοῦ, διὰ δὲ τοῦ ἀμνοῦ, κάτωθεν καὶ ἀπὸ γῆς. Θεὸς γὰρ ὑπάρχων κατὰ φύσιν ὁ Λόγος, γέγονε σάρξ. Ἀλλ' ἦν καὶ ἔστι καὶ οὕτω Θεός· καὶ ἀπαλλάττει μὲν ἡμᾶς τῆς κατὰ νόμον σκιᾶς, ἐνίησι δὲ ταῖς ἁπάντων καρδίαις τῶν ἑαυτοῦ θεσπισμάτων τὴν εἴδησιν· καὶ ἁγίους ἀληθῶς ἀποφαίνει, τῷ ἰδίῳ καθαίρων αἵματι, κατὰ τὰς Γραφάς. {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Εἰ δὲ δὴ, φησὶν, ἀποπεραίνοιτο καλῶς ὁ τῆς εὐχῆς τρόπος, τῷ κομῶντι μετὰ τὴν ὀγδόην, τελειούσθω τότε· καὶ ὅπως ἔσται τὸ χρῆμα, νομοθετεῖ λέγων· «Καὶ οὗτος ὁ νόμος τοῦ εὐξαμένου· Ἦ ἂν ἡμέρᾳ πληρώσῃ ἡμέρας εὐχῆς αὐτοῦ, προσοίσει αὐτὸς παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν μίαν ἄμωμον εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων σεμιδάλεως, ἄρτους ἀναπεποιημένους ἐν ἐλαίῳ, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ, καὶ θυσίαν αὐτῶν, καὶ σπονδὴν αὐτῶν, καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτοῦ, καὶ τὸ ὁλοκαύτωμα αὐτοῦ, καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου τῷ Κυρίῳ ἐπὶ τοῦ κανοῦ τῶν ἀζύμων. Καὶ ποιήσει ὁ 68.1053 ἱερεὺς τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ, καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ, ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου. Καὶ λήψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ τοῦ κριοῦ, καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ τοῦ κανοῦ, καὶ λάγανον ἄζυμον ἓν, καὶ ἐπιθήσει ἐπὶ τὰς χεῖρας τοῦ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν κεφαλὴν αὐτοῦ, καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι Κυρίου. Ἅγιον ἔσται τῷ ἱερεῖ ἐπὶ τοῦ στηθηνίου τοῦ ἐπιθέματος, καὶ ἐπὶ τοῦ βραχίονος τοῦ ἀφαιρέματος, καὶ μετὰ ταῦτα, πίεται ὁ ηὐγμένος οἶνον. Οὗτος ὁ νόμος τοῦ εὐξαμένου, ὃς ἂν εὔξηται δῶρον αὐτοῦ Κυρίῳ περὶ τῆς εὐχῆς, χωρὶς ὧν ἂν εὕρῃ ἡ χεὶρ αὐτοῦ κατὰ δύναμιν τῆς εὐχῆς αὐτοῦ, ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας.» Ἀποφορτισάμενος γὰρ ὥσπερ τῆς Μωσαϊκῆς ἱστορίας τὸ πάχος, καὶ λατρείας τῆς ἐν τύπῳ καὶ σκιαῖς, οἱονεί τινος κόμης μακρᾶς καὶ διαβριθοῦς, ἀπαλλάξας τὸν νοῦν, ὁ ἐποφλήσας Θεῷ τὴν εἴς γε τὸ δεῖν ἁγνίσασθαι προσευχὴν, τρίχα δὲ ὥσπερ ἀναβλαστοῦσαν ἔχων τῶν διὰ Χριστοῦ θεσπισμάτων τὴν ἁγνοποιὸν ἀληθῶς εἴδησίν τε καὶ παίδευσιν, ἅγιος ἔσται καὶ ἱερὸς, καὶ πρός γε δὴ τούτῳ καὶ ἀξιόληπτος. Ἀνοίσειε δ' ἂν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, καὶ θυσίαν ὥσπερ ἀναθήσει δεκτὴν, τῆς ἑαυτοῦ πολιτείας τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀστειότητα. «Προσοίσει γὰρ, φησὶ, τὸ δῶρον αὐτοῦ, ἀμνὸν ἐνιαύσιον, εἰς ὁλοκαύτωμα, καὶ ἀμνάδα πάλιν εἰς ἁμαρτίαν, καὶ μὴν καὶ κριὸν εἰς σωτήριον, καὶ κανοῦν ἀζύμων, ἐλαίῳ δεδευμένων, καὶ λάγανα ἄζυμα κεχρισμένα ἐλαίῳ.» Καὶ διὰ μὲν τοῦ ἀμνοῦ νοοῖτ' ἂν εἰκότως τοῦ τὴν θυσίαν προσάγοντος ἡ ἐν Χριστῷ νηπιότης, διὰ δέ γε τοῦ κριοῦ τὸ ἐν φρεσί τε καὶ ὡς ἐν καρποφορίᾳ τέλειον. «Ἀδελφοὶ γὰρ,