De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἄναλκι, καὶ τὸ οἱονεὶ παρειμένον, δεκτὸν δὲ τὸ εὐσθενὲς, ὡς ἐν ἀρσένων φύσει ζωγραφούμενον, εἰ παρεζευγμένον ἔχοι τὸ ἄμωμον. Εἶεν δι' ἂν εἰς τύπον ἡμῖν σαφῆ τὰ τοιάδε Χριστοῦ. Ἄρσην γὰρ ὁμοῦ καὶ ἄμωμος ὁ Ἐμμανουὴλ, εἴπερ ἐστὶν ἀληθῶς Θεοῦ δύναμις, καὶ οὐκ εἰδὼς ἁμαρτίαν. Ἄρσην δὲ καὶ ἑτέρως· προὖχον γὰρ ἀεὶ, καὶ ἐν ἀμείνοσι θατέρου τὸ ἄρσεν· καὶ πρός γε δὴ τούτῳ καὶ ἡγεμονικώτατον. Προέστηκε δὲ καὶ ἀσυγκρίτως ἐστὶν ἐν ἀμείνοσι, καὶ καθηγεῖται τῶν ὅλων, εἰ καὶ γέγονε καθ' ἡμᾶς ὁ Υἱὸς, καὶ ὁ ποιμὴν ἐν προβάτοις κατελογίσθη χρησίμως. Ἀνίερα δὲ καὶ ἀπόπεμπτα τῶν θυμάτων, τυφλὸν, καὶ συντετριμμένον, καὶ μὴν καὶ γλωσσότμητον, καὶ μυρμηκιῶν, καὶ ψωραγριῶν, καὶ λειχῆνας ἔχον, ὠτότμητόν τε καὶ κολοβόκερκον. Ἀλλὰ καὶ εἴ τῳ, φησὶ, καταθλασθείη τυχὸν τὰ ἀρσενικὰ, καὶ τὸ εἰς εὐνούχους ἤδη τελοῦν, ἀναγκαῖον ἔχοι πάθος. Τουτὶ γὰρ οἶμαι δηλοῦν, θλαδίαν καὶ ἐκτεθλιμμένον, ἐκτομίαν καὶ ἀπεσπασμένον. {ΠΑΛΛ.} Ἆρ' οὖν εἰς ἤθη καὶ τρόπους τοὺς καθ' ἡμᾶς μεταληπτέον ταυτί; {ΚΥΡ.} Πάνυ μὲν οὖν· εἴη γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως ἡμῖν πνευματικὸς ὁ νόμος. Γένοιτο δ' ἂν οὐδεὶς παρὰ Θεῷ λόγος τῆς ὡς ἐν σκιαῖς λατρείας, ἀλλ' οὐδ' ἂν ὡρίσατό ποτε τοὺς ἐν αὐτῇ νόμους, μὴ οὐχὶ τῆς ἀληθείας προανατυπῶν ἐν αὐτῇ τὸ ἐκπρεπέστατον κάλλος. {ΠΑΛΛ.} Εὖ λέγεις. Πέραινε δὴ οὖν τὸν ἐφ' ἑκάστῳ λόγον, καὶ τίς ἂν γένοιτο διασάφει πάλιν. {ΚΥΡ.} Οὐκοῦν εἶμί τοι καὶ μάλα προθύμως. Τυφλὸν μὲν οὖν ἔοικε, τὸν ἄσοφόν τε καὶ ἀσύνετον λέγειν, καὶ φῶς οὐκ ἔχοντα θεῖον ἐν ἑαυτῷ τοῦτ' ἔστι, τὸν διὰ Χριστοῦ φωτισμὸν ἐν Πνεύματι, ἀνίερος δὲ παντελῶς, ὁ ἄνους τε καὶ ἄπιστος ἔτι· «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε,» φησίν. Συντετριμμέ 68.956 νον δὲ αὖ, τὸν ὁλοτρόπως ἠῤῥωστηκότα, καὶ ὑγιὲς ἔχοντα παντελῶς οὐδὲν, οὔτε μὴν ὀρθοποδεῖν δυνάμενον, ἤγουν δράσαι τι τῶν ἀγαθῶν ἰσχύοντα, εὐρωστίας δὲ τῆς ἐν Χριστῷ καὶ ἐν Πνεύματι παντελῶς ἡττώμενον, πεπόνθασι δέ τι τοιοῦτον, οἱ περὶ ὧν γέγραπται, δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθέ- νειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα· γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀλλ' ὅγε θεῖος ἡμῖν Μελῳδὸς, τοὺς ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένους, εἰσκεκόμικεν ἱλαροὺς, ψάλλοντάς τε καὶ λέγοντας· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Γλωσσότμητόν τε, καθάπερ ἐγῷμαι, τὸν ὀρθοεπεῖν οὐκ εἰδότα, οὔτε μὴν ἀναφωνεῖν ἰσχύοντα τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν κατὰ τὸ γεγραμμένον, τὸ ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεὸν, πλὴν ὅτι καὶ τὴν τοιάνδε πάλιν ἀποκρούσονται νόσον, ἐν παρουσίᾳ Χριστοῦ, σαφηνιεῖ λέγων ὁ προφήτης· «Καὶ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.» Γλωσσότμητος οὖν ὁ ψελλίζων ἔτι, καὶ λαλεῖν οὔπω δεδιδαγμένος τὴν ἄνωθεν ἡμῖν καὶ παρὰ Πατρὸς εἰρήνην, τοῦτ' ἔστι, Χριστὸν, ἤτοι τὰ ἐπ' αὐτῷ. Μυρμηκιῶντάς γε μὴν καὶ ψωραγριῶντας, καὶ λειχῆνας ἔχοντας εἶναί φαμεν τοὺς, οἵπερ ἂν ἔχοιεν ἔν γε δὴ σφίσιν αὐτοῖς ἐμπαθῆ τὸν νοῦν, καὶ πολλὴν ἐγκατηῤῥωστηκότας τὴν ἐν ἁμαρτίαις φθορὰν, οὐ μὴν ὅτι χρὴ καὶ πρὸς τὸ μεῖον ἄγειν αὐτοὺς διενθυμουμένους, ἐφιέντας δὲ μᾶλλον διέρπειν ἐπὶ τὸ αἴσχιον, καὶ κατευρύνεσθαι πρὸς τὸ χεῖρον. Μυρμηκία τε γὰρ καὶ ἀγρία ψώρα, καὶ μὴν καὶ λειχὴν, ἀεὶ πρὸς ἐπίδοσιν ἰόντα φαίνεται, καὶ πρὸς τὸ χειρόνως ἔχειν διανένευκέ πως, καὶ ὅλην κατὰ βραχὺ διανέμεται τὴν σάρκα. Τοιαῦτα δὲ καὶ τὰ ἐν ταῖς ἡμετέραις ψυχαῖς οὐκ ἀνακοπτόμενα τῶν παθῶν, ἀσχέτῳ δὲ ὥσπερ ὁρμῇ πρὸς τὸ χεῖρον ἀεὶ διεκτρέχοντα. Ὠτότμητον δὲ, πρός γε δὴ τούτῳ τὸν κολοβόκερκον, τὸν δυσπειθῆ καὶ ἀνήκοον, καὶ τὸν μὴ μέχρι παντὸς εὐσχήμονα κατασημήνειεν ἄν. Ἢ οὐχὶ τὸ βλάβος εἰς ἀκοὴν, τοῖς γε τὸ οὖς ἀποκεκομμένοις; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Τὰ δὲ τῶν ζώων τὴν κέρκον οὐκ ἔχοντα, δοίης ἂν αὐτὸς ἔν γε τῷ καλλίστῳ σχήματι; Οὐδαμῶς· νοσεῖ γὰρ ἐφ' ἑαυτῶν πολὺ δὴ λίαν τὸ ἀπρεπές. Οὐκοῦν ἀσχήμων καὶ ἀκαλλὴς ὁ ὡς ἐν ζώῳ