De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
Ἴθι δὴ οὖν ἐπ' αὐτὸ [τὸ] δὴ τουτὶ, καὶ μάλα προθύμως. {ΚΥΡ.} Οὐκοῦν ὁ μὲν νόμος, «Ἀγαπήσεις, φησὶ, τὸν πλησίον σου ὡς ἑαυτόν·» ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τῆς φιλαλληλίας τὸν νόμον διὰ μορίων ὅσων ἡμῖν εἰσηγεῖται λόγων, συνήγορον δὲ τῷ νόμῳ τὴν ἔμφυτον γνῶσιν, καὶ τὴν ἐν ἑκάστῳ θέλησιν οἱονεὶ καθιστὰς, «Ἃ οὖν θέλετε, φησὶν, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.» Εἰ γὰρ ὧνπερ ἄν τις εὔξαιτο τυχεῖν, ταῦτα δρᾷν ἕλοιτο καὶ αὐτὸς ἑτέροις, οὐκ ἀποδραμεῖται σκοποῦ· βαδιεῖται δὲ μᾶλλον κατ' εὐθὺ τῆς ἀγάπης, καὶ τὸν τῆς φιλαλληλίας ἀναδήσεται στέφανον. {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἡ ἀγάπη τοίνυν, νόμου μὲν πλήρωσις, πίστεως δὲ καὶ ἐλπίδος ἀμείνων. Γράφει γὰρ οὕτως ἡμῖν ὁ θεσπέσιος Παῦλος. Τοιγάρτοι καθάπερ ἐξ ἀνθέων ἠρινῶν πολυειδῆ τινα στέφανον ἀναπλέκων αὐτῇ, πάλιν φησί· «Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ 68.521 τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει ἡ ἀγάπη, οὐδέποτε ἐκπίπτει.» Ἀλλ' ἐμφανῆ μὲν ἅπασιν, ὥς γε οἶμαι, ταυτὶ, καὶ μακρὸς ἂν γένοιτο λίαν ὁ περὶ αὐτῶν λόγος, εἴπερ τις ἕλοιτο λεπτῶς τὰ παρὰ τῇ Νέᾳ συναγείρειν Γραφῇ. Τετραψόμεθα δὲ νυνὶ πρὸς τὰς ἐκ νόμου σκιὰς, καὶ τὰ ὡς ἐν τύποις ἔτι τοῖς πάλαι τεθεσπισμένα. {ΠΑΛΛ.} Ἄριστα διανοῇ. {ΚΥΡ.} Μελέτησις μὲν ὁ νόμος ἦν εἰς δικαιοσύνην καὶ προεισβολή τις ὥσπερ τῶν εὐαγγελικῶν ἀνδραγαθημάτων. Γέγραπται γάρ· «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια.» Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, καὶ τῆς ἐν αὐτῷ νοουμένης ζωῆς οὐ διεψευσμένην ἂν ἔχοι τὴν δόξαν, εἰ νοοῖτο πνευματικῶς. Καὶ ἵστησι μὲν εἰς δικαιοσύνην, ἀποφέρει δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ἔτι τὸ μάθημα τὸ εὐαγγελικόν. Τρόποι δὲ δικαιοσύνης, πρῶτος μὲν, τιμὴ καὶ ἀγάπησις, ἡ εἰς τὸν ἕνα τε καὶ φύσει Θεόν· γείτων δὲ ὥσπερ καὶ μετ' ἐκεῖνο εὐθὺς ἡ εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς, προεγκειμένης τῆς εἰς γονέας αἰδοῦς. Ἐν κόσμῳ δὴ οὖν τῷ πρέποντι πρόεισιν ἡμῖν ὁ Λόγος, μετά γε τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὸ εἰς γονέας εὐλαβὲς, ὅτι τῆς ἐπιεικείας προσήκει τὴν ἔνδειξιν καὶ εἰς ἑτέρους ἡμᾶς ποιεῖσθαι παρεγγυῶν. Πανταχῆ γὰρ ὁ νόμος, τῆς ἰσότητος προνοεῖ, καὶ ἀκριβῆ τοῦ δικαίου ποιεῖσθαι τὴν βάσανον, ὁρᾶται θεσμοθετῶν. Γέγραπται γὰρ ἐν ∆ευτερονομίῳ· «Οὐκ ἔσται ἐν τῷ μαρσίππῳ σου στάθμιον μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν δίκαιον ἔσται σοι, καὶ μέτρον ἀληθινὸν δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικον.» Καὶ πάλιν ἐν τῷ Λευϊτικῷ· «Ἐν μέτροις καὶ σταθμίοις, καὶ ζυγοῖς ζυγὰ δίκαια, καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος ἔσται σοι.» Μέτροις δὲ καὶ σταθμίοις καὶ ζυγοῖς παρισοῦν εὖ μάλα τῆς δικαιοσύνης τοὺς τρόπους ἠπείγετο καὶ μάλα ὀρθῶς· νοῦς γὰρ εὐθύς τε καὶ φιλοδίκαιος ταλαντεύει τρόπον τινὰ καὶ ἀναμετρεῖ τῶν πραγμάτων τὰς φύσεις, καὶ τὸν τῆς ἰσότητος βασανίζει λόγον, λεπτότερόν τε καὶ ἀκριβέστερον, ἤπερ ἂν οἴοιτό τις τοὺς ἐπὶ πλάστιγγος καὶ ζυγοῦ, τὸ νόμισμα δοκιμάζοντας· ἐπιμετρεῖ δὲ ὥσπερ ἑκάστῳ τῶν θεωρουμένων τὸ ὅτι μάλιστα πρέπον αὐτῷ, οὔτε τῷ περιττῷ τῆς ἀκριβοῦς ἰσότητος παραλύων κάλλος, οὔτε μὴν τῇ πρὸς τὸ μεῖον ὑποφορᾷ, παραχαράττεσθαι συγχωρῶν τὸ ὡς ἐν ἰσότητι διαρκές. Ἔστω τοίνυν ζυγὰ καὶ στάθμια δίκαια, καὶ χοῦς δίκαιος, φησίν· εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τύποι τινὲς ὥσπερ καὶ ἐμφανῆ παραδείγματα, τρόπους ἡμῖν ὑποφαίνοντα, δι' ὧνπερ ἂν ἡμῖν ὁ τῆς ἀκριβοῦς ἰσότητος διερευνῷτο λόγος, καὶ ἡ τῆς δικαιοσύνης ἀναφανεῖται γνῶσις. Σύνες δὲ ὅτι συμμετρεῖται μὲν τὰ ἐν νόμῳ, καὶ ὅρον ἔχει τὴν δικαιοσύνην, πλουτεῖ δὲ τὸ μεῖζον, καὶ πολὺ δὴ λίαν ἐπέκεινα τρέχει τὰ διὰ Χριστοῦ. Πέρα γὰρ δικαίου τὸ ἀγαθὸν, τουτέστι, τῆς ἐν Χριστῷ πολιτείας ἡ δόξα. 68.524 {ΠΑΛΛ.} Εὖ λέγεις.