De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.» {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Εἶτα φησὶν, ὅτι «Τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Ταπείνωσιν καὶ νηστείαν, καὶ ὁλοκαυτωμάτων προσαγωγὴν, καὶ μὴν καὶ ἔργου παντὸς κατάληξιν ποιεῖσθαι δεῖν ἔφη, τῶν μὲν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν διὰ νηστείας ὑποτυπῶν, διὰ δὲ τῶν ὁλοκαυτωμάτων τὴν εἰς ὀσμὴν εὐωδίας ἀνάθεσιν, οὐ μεμερισμένως, ἀλλ' εἰσάπαν καὶ ὁλοτελῶς. ∆ιά τε τῆς ἀργίας, καὶ τοῦ χρῆναι παντελῶς τῶν ἔργων ἀποφοιτῶντας, ὅτι προσήκει τῶν ἐπιγείων οὐδὲν ἀποπεραίνειν ἔτι, κατασημαίνων ἀστείως. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς εἰς κατάληξιν ἤδη καιρῶν διεληλακότας, καὶ τῆς ἱερᾶς τε καὶ ἐν ἐσχάτοις μεμνημένους σάλπιγγος, καὶ εἰς νοῦν ἔχοντας τὸν κριτὴν, ταύτῃτοι καὶ εἰς τοὺς ἄνω λοιπὸν ἐκκομίζοντας θησαυροὺς τῆς πνευματικῆς εὐκαρπίας τὸν πλοῦτον, κατανεκροῦν ἡδονὰς, καὶ σωματικῶν ἀμείνους ὁρᾶσθαι παθῶν, εὐωδιάζειν δὲ ἤδη Θεῷ τῆς ἐπιεικείας τοὺς τρόπους, ἰέναι τε ἤδη μακρὰν, καὶ ἀπονοσφίζεσθαι φιλεῖν τῶν εἰς ματαιότητα σπουδασμάτων; Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ ἐν τῷδε τῷ κόσμῳ, καὶ ὁ πονηρὸς τοῦ βίου περισπασμός. {ΠΑΛΛ.} Οἰήσομαι· πῶς γὰρ οὔ; 68.1108 {ΚΥΡ.} Τί δὲ, οἱ παθῶν ἀμείνους, καὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, οὐκ εἰς ὀσμὴν εὐωδίας ἀνακείσονται τῷ Θεῷ, καὶ ἐν τάξει τῶν ὁλοκαυτωμάτων εἶεν ἂν, λύτρον ὥσπερ τι, καὶ ἐξιλασμὸν ὑπέρ γε τῶν ἰδίων ψυχῶν τὸ χρῆμα ποιούμενοι· {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Ἡμέραν τοίνυν ἐξιλασμοῦ τὴν τῆς ἀσιτίας ὁ νομοθέτης ὠνόμαζε, καὶ σφόδρα ὀρθῶς καὶ ἐννόμως, κατανεκρῶν μὲν τὴν σάρκα καὶ τὰ αὐτῆς, εὐωδιάζων δὲ δὴ τῆς ἀρετῆς τοὺς τρόπους. Ἔργου δὲ παντὸς μὴ καταλήγων κοσμικοῦ, πάντη τε καὶ πάντως ἐν ἐσχάτοις ἔσται κακοῖς, ὃ παρέδειξεν ἐναργῶς, ἐξολοθρευθήσεσθαι λέγων ἐκ τοῦ λαοῦ αὐτοῦ τὸν μήτε νηστεύοντα, μήτε μὴν προσάγοντα τὴν ὁλοκαύτωσιν, καὶ τὸν ἐπὶ ταῖς ἀργίαις περιυβρίζοντα νόμον. Σάββατα δὲ σαββάτων τὸν ἐπὶ τοῖσδε καιρὸν εἶναι λέγων, ἐφῆκε νοεῖν, ὡς ἔστι λοιπὸν ἀργιῶν ἀργία, τουτέστιν, ὁλοτελῶς καὶ ὡς ἐν ὁλοκλήρῳ μέτρῳ τῶν ἔργων ἀπόθεσις, δῆλον δὲ ὅτι τῶν εἰς φαυλότητά τε καὶ ἁμαρτίαν. Καταλήγοντος δὲ τοῦ αἰῶνος τούτου, καὶ μονονουχὶ καταγηράσκοντος τοῦ καιροῦ, μοίραν ὅλως ἐν ἡμῖν ποίαν ἂν ἔχοι λοιπὸν ἡ εἰς ματαιότητα σπουδὴ καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀμείνω φρονήσομεν, τὴν τῷ Θεῷ θυμηρεστάτην ἐπιτελοῦντες ἀργίαν, καὶ τῶν οἰκείων περισπασμῶν ἀποφοιτῶντες εἰσάπαν; {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Θεσμοθετεῖ δὲ δὴ πάλιν· «Καὶ ἐν ἡμέρᾳ, φησὶ, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας. Τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις, καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, καὶ εὐφρανθήσεσθε ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.» Ἆρ' αἰσθάνῃ τε λοιπὸν, ὅτι συναγηγερμένων εἰς ἀποθήκην τῶν ἐν ἀγροῖς, καὶ συνειλεγμένων εὖ μάλα τῶν ἑκάστου καρπῶν, ἀγχοῦ δὴ λίαν ἡ παναοίδιμος ἑορτὴ τῆς Σκηνοπηγίας, τὴν ἐν παραδείσῳ δίαιταν ὑποφαίνουσα· καὶ τῶν ἐν ἀρχαῖς