De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
παντί τῳ σαφές· ἀλλ' ἔστι τὸ ἅγιον, ἐν ὑπεροχῇ τῇ πνευματικῇ, καὶ ἐν τοῖς τῆς ἀρετῆς ὑψώμασι· καὶ παρὰ τῷ Θεῷ τίμιον, ὡς καὶ ἐν υἱοῦ τάξει γενέσθαι καὶ θύγατρος, καὶ τὸ ἀνθρώπινόν τε καὶ δουλοπρεπὲς ὑπερφέρεσθαι μέτρον. Ὁσιουργεῖν δὲ ὁ νόμος καὶ ἀγάπης ἔχεσθαι τῆς εἰς ἀδελφοὺς, 68.529 καὶ καθ' ἑτέρους ἡμῖν εἰσηγεῖται τρόπους, οὓς καὶ παραθέντες ἐφεξῆς, τὸ εἰς νοῦν ἧκον ἐφ' ἑκάστῳ ἐροῦμεν. Ἔφη γὰρ πάλιν· «Ἐὰν δέ τις ἀνοίξῃ λάκκον, ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος, ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται.» Τοῦτο δέ ἐστιν αἰνιγματωδῶς, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, καὶ τὸ ὠφελεῖν πεφυκὸς οὐκ ἐᾷν ἄχρηστον γενέσθαι τισὶν, οὔτε μὴν ὁδὸν ὁρᾶσθαι πρὸς θάνατον, τὰ ἡμῖν τε καὶ ἑτέροις ἀναγκαῖα πρὸς ζωήν. Ἢ γὰρ οὐχὶ λάκκον τις ἀνοίγων, ἢ λατομῶν, ἑαυτῷ τι καὶ ἑτέροις χρήσιμόν τε καὶ ἀναγκαῖον ἀποτελεῖ; Ἀλλὰ μὴ ἔστω, φησὶ, κινδύνου πρόφασις ἑτέρῳ τὰ σά. «Ἡ γὰρ ἀγάπη,» καθά φησιν ὁ θεσπέσιος Παῦλος, «οὐ ζητεῖ τὰ ἑαυτῆς,» λογίζεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων. {ΠΑΛΛ.} Καὶ τίς ὁ λάκκον ἀνοίγων ἢ λατομῶν, τίς δὲ ὁ λάκκος, ἐθέλοιμ' ἂν εἰδέναι σαφῶς. {ΚΥΡ.} Τὸ μὲν οὖν ἐκ τῆς ἱστορίας ὑποδηλούμενον, οὐκ ἀσυμφανές· χρῆναι γάρ φησι κατακαλύπτεσθαι λάκκον, ἵνα μή τι βλάβος συμβαίνῃ τισίν. Ἤγουν ἴστω, φησὶν, ὁ μὴ τοῦτο πεπραχὼς, ὡς εἴπερ τι κατολισθήσειεν, ἀργύριον ἀποδώσει τῷ κυρίῳ αὐτοῦ, τὸ δὲ τεθνηκὸς ἔσται αὐτῷ. Ἀναθρώσκοντες δὲ τὸ τῆς ἱστορίας ἐμφανὲς, καὶ εἰς θεωρίαν ἀναγαγόντες τὸ χρῆμα πνευματικὴν, ἐκεῖνο ἐροῦμεν· Λάκκον ἔοικεν ὀνομάζειν ἡμῖν ἐν τούτοις ὁ νόμος, τῆς θεοπνεύστου Γραφῆς τὴν γνῶσιν, καὶ τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον, καὶ τοῦ κατὰ Χριστὸν μυσιηρίου τὴν εἴδησιν· κεῖται γὰρ ὥσπερ ἐν βάθει ταυτὶ, καὶ ζωοποιὸν ἔχει τὴν δύναμιν· καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Οὐκοῦν ὁ συγγράμμασι μὲν τοῖς ἀρχαιοτέροις ἐντυχὼν, καὶ σὺν πόνῳ πολυπραγμονῶν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ τὴν ἀκριβῆ τε καὶ ἀκίβδηλον γνῶσιν ἀναζητῶν, πολλὴν ἂν ἔχοι τὴν ἐμφέρειαν πρός γε τὸν ὀρύττοντα λάκκον· ζητεῖ γὰρ ὕδωρ ζωοποιὸν, καὶ πηγὴν εὐφραίνουσαν, καὶ χειμάῤῥουν τρυφῆς· ὁ δέ γε εἰς τοῦτο λοιπὸν συνέσεως ἀφιγμένος, ὡς καὶ ἰδίᾳ δύνασθαι παραδοῦναι συγγραφῇ τοῦ μυστηρίου τὸν λόγον, λατομεῖ λάκκον· καινουργεῖ γὰρ ὥσπερ οὐ τοῖς ἑτέρων ἱδρῶσιν ἐποικοδομῶν, ἀλλὰ τοῖς ἰδίοις ἑαυτόν τε καὶ ἑτέρους ὠφελῶν. Ὀρύττουσι δὲ λάκκους συντετριμμένους, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ οἱ τῆς ψευδωνύμου γνώσεως ἐρασταί· εἴ τις τοίνυν ὀρύξειε λάκκον, ἀσφαλιζέσθω, φησὶν, μὴ ἄρα τισὶν ὀλέθρου γένοιτο τρόπος, τὸ καλῶς εἰργάσθαι δοκοῦν· δεῖ γὰρ ἡμᾶς ὀρθῶς τε καὶ ἀπηκριβωμένως τὸν περὶ Θεοῦ ποιεῖσθαι λόγον, ὡς μηδενὶ γενέσθαι σκανδάλου πρόφασιν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πῶμα ἐπικεῖσθαι τῷ λάκκῳ, τὸ τῆς καθηκούσης ἀσφα 68.532 λείας μὴ ἀμοιρεῖν τὸν λόγον. Ἐὰν γὰρ πέσῃ, φησὶ, βοῦς ἢ ὄνος, ὁ πεπονηκὼς ἀποτίσει. Βοῦν δὲ καὶ ὄνον ὀνομάζει πάλιν οὐχ ἁπλῶς, ἀλλ' ὡς ἐν λόγῳ βαθεῖ· καὶ βοῦν μέν φησιν, ἵνα νοήσῃς τὸ ἱερόν τε καὶ καθαρὸν γένος· ὄνον δὲ, ἵνα συνῇς, τὸ ἀνίερον καὶ ἀκάθαρτον· οὐ γὰρ προσάγεται κατὰ νόμον εἰς θυσίαν Θεῷ τὸ ἀκάθαρτον· ἱερὸν δὲ γένος καὶ καθαρὸν εἶναί φαμεν, τοὺς ἡγιασμένους ἤδη διὰ τῆς πίστεως· ἀνίερον δὲ καὶ ἀκάθαρτον, τοὺς οὔπω κεκαθαρμένους διὰ τοῦ ἁγίου βαπτίσματος, ἀλλ' ἐντετηγμένον ἔχοντες ἔτι τῆς ἁμαρτίας τὸν μολυσμόν. Ὅμοιον οὖν ὡς εἰ λέγοι, Εἴ τι γένοιτο βλάβος, ἢ περί τινα τῶν ἤδη βεβαπτισμένων καὶ κατεσφραγισμένων διὰ τῆς χάριτος εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, ἤγουν εἴς τινα τυχὸν τῶν οὔπω τοιούτων, ὀφλήσει δίκην ὁ τοῦ σκανδάλου πρόξενος, καὶ αὐτῷ μενεῖ τὸ τεθνηκὸς, τουτέστιν, αὐτοῦ γενήσεται τοῦ παθόντος ὁ θάνατος. Ἀσφαλίζεταί γε γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμᾶς λέγων· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν