De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
παραχρῆμα κατεβιάζετο, καὶ ἦν οὐκέτι παρθένος, ταῖς ἑτέρων ἡδοναῖς ἀνεθελήτως μὲν ἐν ἀρχαῖς ὑπενηνεγμένη, παθοῦσα δὲ μετὰ τοῦτο καὶ τὸ τῷ πλεονεκτήσαντι συνεῖναι θέλειν. «Ἐλάλησε γὰρ,» φησὶ, «κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.» {ΠΑΛΛ.} Ὧδε ἔχει. {ΚΥΡ.} Οὐκοῦν εἰς εἰκόνα τῶν νοητῶν παραθέντες τὸ αἰσθητὸν, φέρε δὴ λέγωμεν, ὅτι σκηνὴν ὥσπερ τινὰ τὴν ἐξαίρετον πολιτείαν οἰκοῦσα ψυχὴ, πάναγνος ἔσται καὶ καθαρὰ, καὶ βδελυρίας ἁπάσης ἀπηλλαγμένη, εἰ δὲ ἐξοίχοιτό ποι, καὶ πρὸς τὰς τῶν ἀλλοφύλων ἐπείγοιτο θυγατέρας, τοῦτ' ἔστιν, εἰ ἐρευνοίη καὶ κατασκέπτοιτο τὴν τῶν ἐν κόσμῳ ζωὴν, τὸν εὐφυᾶ τε καὶ εὐγενῆ φθαρήσεται νοῦν· εἴη γὰρ ἂν οὐκ ἀζήμιον τὸ συνδιαιτᾶσθαι τοῖς φαύλοις τοὺς οἷσπερ ἂν γένοιτο σκοπὸς, τὸ διαβιῶναι λαμπρῶς. Ἀλλ' ὅ γε θεῖος ∆αβὶδ οὐκ ἔξω τῆς ἱερᾶς σκηνῆς ἰέναι κατεφωρᾶτο θέλων, ἐμφιλοχωρεῖν δὲ μᾶλλον καὶ ἐνδιαιτᾶσθαι οὐ μακρὰν, τῶν ὅτι μάλιστα δι' εὐχῆς ἐποιεῖτο λέγων· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Σκηνὴν, οἶμαι, λέγων τὴν θείαν καὶ ἱερὰν, ὡς ἔν γε δὴ τούτοις, τῆς εὐαγοῦς πολιτείας τὸ βεβηκός τε καὶ ἀκατάσειστον, ἐφ' ᾗ τρόπον τινὰ καὶ εἰσδεδυκὼς, τοῖς καταδῃοῦν ἐθέλουσι τῶν παθῶν, ἀνάλωτος ἦν. {ΠΑΛΛ.} Ἔοικεν. {ΚΥΡ.} Τί δέ; οὐχὶ σαφέστερόν τε καὶ ἀληθέστερον ἀναμάθοι τις ἂν, ὅτι τὰ παντὸς ἐπέκεινα μολυσμοῦ περιποιήσειεν ἂν ἔσθ' ὅτε καὶ τοῖς ἐρηρεῖσθαι πεπιστευμένοις, αἱ πρὸς ἀλλογενεῖς ὁμιλίαι, παρενεγκὼν 68.904 εἰς ἀπόδειξιν τῆς Σολομῶντος ζωῆς τὴν κατάληξιν, καὶ ἅπερ αὐτῷ συνέβη παθεῖν, ἐπ' αὐτῷ γήρως οὐδῷ; {ΠΑΛΛ.} Πῶς ἔφης; {ΚΥΡ.} Ἦν μὲν γὰρ οὕτω λαμπρὸς καὶ ἀοίδιμος, ὡς ἀσύγκριτον ἤδη πως τὴν δόξαν ἑλεῖν, μετέθει γε μὴν εἰς τὸ ἀκαλλὲς, μᾶλλον δὲ καὶ κατέθορεν ἀγεννῶς, ἐς αὐτό που τὸ λοῖσθον τῆς εἰς Θεὸν ἀσεβείας. Ἔχει δὲ ὧδε τὰ ἐπ' αὐτῷ. Γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· «Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ, ἧς ἔδωκε Κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἀλλὰ τὸν οὕτως εὐκλεᾶ καὶ ἀοίδιμον, καὶ σοφίας εἰς τοῦτο διεληλακότα λοιπὸν, ὡς ἐν ἀμετρήτῳ γενέσθαι θαύματι, καὶ παρά γε τοῖς ἄγαν διωρισμένοις, ἡδονὴ γυναίων ἐξεμόχλευσε πονηρῶν, καὶ οἱονείπως αὐτῆς ἐξελοῦσα τῆς θείας σκηνῆς τοῖς τῆς εἰδωλολατρείας ἐνῆκε βόθροις. Γέγραπται γὰρ ὡδὶ περὶ αὐτοῦ· «Καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραώ· Μωαβίτιδας, καὶ Ἀμμονίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε πρὸς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται πρὸς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. Εἰς αὐτοὺς ἐκολλήθη Σολομὼν, τοῦ ἀγαπῆσαι. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομὼν, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν ἑτέρων. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία τοῦ ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπορεύθη Σολομὼν ὀπίσω τῆς Ἀστάρτης βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησε Σολομὼν πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς ∆αβὶδ ὁ πατὴρ αὐτοῦ.» Ἆρ' οὐκ ἐποιμώζειν ἄξιον τῷ τοιάδε παθεῖν λεγομένῳ; Ὁ τὸν διαβόητον ἐκεῖνον ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσας ναὸν, ὁ τὴν τῶν θείων θρόνων πάρεδρον αἰτήσας σοφίαν, ὁ ἐπὶ συνέσει τῇ ἀσυγκρίτῳ τεθαυμασμένος, καὶ μέχρις αὐτῶν τερμάτων τῆς ὑπ' οὐρανόν, ὁ καθάπερ ἑωσφόρος, πόλεσί τε καὶ χώραις ἐκφανὴς, αἰσχρῶν γυναικῶν ἡττώμενος, καὶ μυσαρωτάτης ἡδονῆς κατόπιν ἰὼν, εἰς τοῦτο μωρίας φωρᾶται πεσὼν, ὡς καὶ αὐτῆς ἀλογῆσαι παντελῶς τῆς εἰς Θεὸν