De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τὰ αἰσχίω, καὶ πνευματικῆς εὐκαρπίας τὴν ἐπ' οὐδενὶ τῶν χρησίμων ζημίαν ἀνθῃρημένον; {ΠΑΛΛ.} Οἰηθείην ἄν. {ΚΥΡ.} Ἰέναι δὴ οὖν ὁ νόμος ἀπωτάτω προστέταχε τοῦ γονοῤῥυοῦς, ὡς ἀποφοιτᾷν ὅτι μάλιστα διδάσκων ἡμᾶς τῶν εἰς φαυλότητα νενευκότων, καὶ ἀποσείεσθαι γεννικῶς οὓς ἂν καὶ αὐτὸς καταμυσάττοιτο Θεὸς, ὡς διηνεκῆ νοσοῦντας τὸν μολυσμόν. Χρῆμα γὰρ ἀληθῶς οὐκ ἀζήμιον τὸ κολλᾶσθαι πονηροῖς. Ἀτρεκὲς γὰρ ὅτι, κατὰ τὸ γεγραμμένον· «Ὁ ἁπτόμενος πίσσης, μολυνθήσεται.» Καταμιαίνει γε μὴν πᾶν σκεῦος, οὗπερ ἂν ἅπτοιτο τυχὸν ὁ γονοῤῥυὴς, καὶ κοίτην αὐτοῦ, καὶ χρῶτα καὶ ἀγγεῖα, καὶ ὕδωρ καὶ σκεύη ξύλινα· δι' αἰνιγμάτων ὑποδηλῶν, ὅτι τῆς ἐνούσης ἀκαθαρσίας αὐτῷ μετάσχοι τις ἂν, κἂν εἰ μόνον ἀγχοῦ κατὰ διάθεσιν γένοιτο τὴν πνευματικήν. Γέγραπται γὰρ, ὅτι «Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.» Πλὴν, καὶ τὰ τῶν παθῶν ἀπεγνωσμένα, καὶ τὰ ἐν τῷ βάθει κεκρυμμένα τῶν ἡμετέρων διανοιῶν ἀῤῥωστήματα, καὶ πᾶσαν ἁπλῶς τὴν ἐν ἡμῖν μαλακίαν, ἐξίστησιν ὁ Χριστὸς, καὶ ἡ δι' αὐτοῦ κάθαρσις, οὐχ οἵουτε ὄντος τοῦ νόμου τοῦτο δρᾷν. «∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ,» κατὰ τὸ γεγραμμένον, ἴδοις δ' ὅτι καὶ τοῦτό ἐστιν οὐ διεψευσμένον τοῖς ἐφεξῆς γεγραμμένοις προσβάλλων· ἔφη γὰρ πάλιν· «Ἐὰν δὲ καθαρισθῇ ὁ γονοῤῥυὴς ἐκ τῆς ῥύσεως αὐτοῦ, καὶ ἐξαριθμήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ δώσει αὐτὰ τῷ ἱερεῖ, καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς, μίαν περὶ ἁμαρτίας, καὶ μίαν εἰς ὁλοκαύτωμα, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» Καθαίρει μὲν οὖν τὸν γονοῤῥυᾶ, καὶ ἀπαλλάττει τοῦ πάθους, 68.1001 πλὴν ἐν Χριστῷ, δι' ὕδατός τε καὶ αἵματος. Ἐξαριθμήσεται γὰρ ἑαυτῷ, φησὶν, ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ τὸ μὲν εἰς ἑβδόμην ἡμέραν παρατείνεσθαι τὸν καθαρισμὸν, σημαίνει που πάντως, τὸ διὰ παντὸς τοῦ βίου, καὶ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ διασμήχεσθαι δεῖν ταῖς ἐπιεικείαις τοὺς ἐκ φαυλότητος κοσμικῆς μεταφοιτᾷν ἑλομένους ἐπὶ τὸ δρᾷν ἑλέσθαι τὰ πρεπωδέστερα. Τοιγάρτοι τῆς ἑβδομάδος μέτρον χρόνου πλήρωσιν ἔχει καὶ ἀνακύκλησιν εἰς τὸ ἀπ' ἀρχῆς, ὡς εἰς πέρας ἤδη καταίροντος τοῦ καιροῦ. Προσιέναι δὲ δεῖν καὶ ἀναγκαίως ἐπάγεσθαι ταῖς πρὸς ἡμῶν ἐπιεικείαις εὖ μάλα φησὶ, τὴν διὰ Χριστοῦ κάθαρσιν, καὶ τὸν δι' ὕδατος ἁγνισμὸν, ὡς ἐν ἀπονίψει σώματός τε καὶ ἱματίων νοουμένου λοιπὸν τοῦ ἁγίου βαπτίσματος, συνθέοντος δηλονότι καὶ τοῦ δι' αἵματος ἁγνισμοῦ. «Τῇ γὰρ ἡμέρᾳ, φησὶ, τῇ ὀγδόῃ, λήψεται ἑαυτῷ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν.» Κατασημήνειε δ' ἂν ἡ ἡμέρα πάλιν ὀγδόη τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸν καιρὸν, ὅτε τὴν ὑπὲρ ἡμῶν ὑπέμεινε σφαγὴν ὁ Ἐμμανουὴλ, ἡ εὔγλωττος ἀληθῶς καὶ εὐηχεστάτη τρυγὼν, ἢ καὶ τῷ αἵματι τῷ ἰδίῳ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Ὅτι δὲ τὸ εὐῶδες ἅπαν ὁ Χριστοῦ θάνατος ἔχει (πέπρακται γὰρ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ εἰς ἀναίρεσιν ἁμαρτίας), ἐμφήνειεν ἂν τὸ δύο μὲν εἶναι τὰς τρυγόνας, καταθύεσθαι δὲ μίαν μὲν ὑπὲρ ἁμαρτίας, εἰς ὁλοκαύτωμα δὲ τὴν ἑτέραν· ὅτι δὲ καὶ ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν γέγονεν ὁ Χριστὸς, κατὰ τὰς Γραφὰς, παρέδειξεν εἰπών· «Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ῥύσεως αὐτοῦ.» {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ὧδε μὲν οὖν τὸν γονοῤῥυῆ διακαθαίρεσθαι δεῖν, ὁ θεῖος ἡμῖν κατεχρησμῴδησε νόμος. Καταμιαίνει δὲ αὐτὸν, ᾧπερ ἂν γένοιτο καὶ ἀνεθέλητος ῥύσις, ἤγουν θελητὴ, καὶ πηγὴν ἔχουσα τὴν ἔμφυτον κίνησιν. Καὶ θελητὴ μὲν, ὡς ἐν ὁμιλίαις ταῖς πρὸς γυναῖκα, φημὶ, καὶ κατὰ νόμον τοῦ γάμου· ἀνεθέλητος δὲ αὖ, ὡς ἐν φαντασίαις τάχα που νυκτεριναῖς. Ἔφη γὰρ πάλιν ὡδί· «Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται πᾶν τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ