De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
φάγεσθαι χρή. Πάσχα γάρ ἐστι Κυρίου, τουτέστι, διάβασις, ἤτοι διαβατήρια· καιροῦ γὰρ ἐνεστηκότος καθ' ὃν ἀναγκαῖον διαβαίνειν ἡμᾶς ἐκ φαυλότητος κοσμικῆς, ἐπὶ τὸ δρᾷν ἐπείγεσθαι τὰ ἁνδάνοντα τῷ Θεῷ, τὸ μὴ ἐν ὅλῃ ταυτὶ ποιεῖσθαι σπουδῇ, διαμέλλειν δὲ ὥσπερ καὶ ἀναδύεσθαι τοῖς ἀρχαίοις ἡμᾶς προστετηκότας ἔτι κακοῖς, πῶς οὐκ ἂν εἴη τῶν σφαλερωτάτων; Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Τρέχετε,» φησὶν, «ἵνα καταλάβητε.» Ἰτέον δὴ οὖν εἰς μετάληψιν τοῦ Χριστοῦ διὰ πίστεως, παντὸς μὲν ὄκνου πεπατημένου, μελλησμοῦ δὲ οὐδενὸς παρεισδεδυκότος, ἀλλ' ὡς ἐν ὅλῃ σπουδῇ. ∆ιαβησόμεθα γὰρ οὕτως ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ἐκ θανάτου πρὸς ζωὴν, καὶ τὸ τῆς δουλείας αἶσχος ἀποτριψάμενοι, τὴν εὐκλεᾶ τῆς υἱοθεσίας καταπλουτήσομεν χάριν. 68.1076 {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Τούτων δὲ οὕτως εὖ μάλα τετηρημένων, καὶ μὴν καὶ εἰς πέρας ἐξενηνεγμένων κατά γε τῷ νομοθέτῃ δοκοῦν, διελεύσεσθαί φησι καὶ οἱονεὶ πᾶσαν περινοστήσειν τὴν Αἰγυπτίων, καὶ διολλύναι μὲν τὰ πρωτότοκα, ποιήσειν δὲ τὴν ἐκδίκησιν ἐν τοῖς θεοῖς τῶν Αἰγυπτίων, τουτέστι, πάντα τὸν παρ' αὐτοῖς ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ ἐν τοῖς προσκυνουμένοις μονονουχὶ τεταγμένον διά γε τὴν δόξαν, ἐξαιτήσειν δίκας τῆς οὕτω σκληρᾶς καὶ ἀτάκτου γνώμης, καὶ τῆς ἄγαν ἀλαζονείας. Σκεπάσειν γε μὴν τοὺς υἱοὺς Ἰσραὴλ ἐπηγγέλλετο, κατακεχρισμένων τῷ αἵματι τῶν φλιῶν, ὃ δὴ καὶ σημεῖον ὠνόμαζε τῆς πρὸς αὐτὸν οἰκειώσεως. «Ὄψομαι γὰρ, φησὶ, σημεῖον, καὶ σκεπάσω ὑμᾶς.» Θεοῦ γὰρ ἐπάγοντος ὀργὴν καὶ θυμὸν ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ θανάτῳ καταδικάζοντος τὸν ἀσελγῆ τε καὶ ἀλιτήριον, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνακαταλήκτως ὀλιγωρήσαντα, διαδιδράσκουσι μόνοι καὶ ἀμοιροῦσι ποινῆς, οἱ καλῷ σημάντρῳ κατεσφραγισμένοι, καὶ ἐῤῥαντισμένοι τῷ αἵματι τοῦ Χριστοῦ. ∆ιεπύθου γὰρ λέγοντος, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· ὁ δὲ μὴ πιστεύων, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.» Οὐκοῦν καὶ ζωῆς τῆς αἰωνίου μέτοχοι, καὶ Θεῷ τε καὶ Πατρὶ φίλοι τε καὶ γνώριμοι, καὶ θανάτου κρείττους, οἱ ἡγιασμένοι, διά γε τοῦ μετασχεῖν τοῦ Χριστοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν μυστικὸν, καὶ αἵματι τῷ ἁγίῳ κατακεχρισμένοι. Χρῆναί γε μὴν ἀκαταλήκτως αὐτοὺς ἀποπεραίνειν ἐπείγεσθαι τὸν ἐπὶ τῷδε νόμον εὖ μάλα φησί. Καταλήξομεν γὰρ, οὔτι που τοῦ ἑορτάζειν ἐπὶ Χριστῷ, ζύμην ἀφανίζοντες ἐκ τῶν ἰδίων ὁρίων, τουτέστιν, ἀπὸ πάσης τῆς γῆς ἐν ᾗπερ ἂν ἔχοιμεν τὰς διατριβάς. ∆εήσει γὰρ δὴ τοὺς διὰ πίστεως κεκλημένους εἰς δικαίωσιν τὴν διὰ Χριστοῦ, πνευματικῶς ἑορτάζοντας, μὴ ἐν ζύμῃ τοῦτο δρᾷν, κακίας τε καὶ πονηρίας, ἐκκαθαίροντας δὲ μᾶλλον τὴν παλαιὰν ζύμην, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον, καὶ νέον ἤδη πως ὁρᾶσθαι φύραμα, παγγενῆ τε καὶ πανοικὶ, καὶ τοὺς ἐν πάσῃ τῇ χώρᾳ, δι' οὗ σημαίνεται τῶν τὴν πίστιν παραδεδεγμένων πολλή τις οὖσα καὶ ἀναρίθμητος ἡ ὁσία πληθύς. Τὴν δέ γε πρώτην τῆς ἑβδομάδος ἡμέραν, ἁγίαν ἔφη διακεκλῆσθαι δεῖν, κλητὴν δὲ ἁγίαν καὶ τὴν ἑβδόμην, ἐκεῖνο, οἶμαί που, παραδεικνὺς ὁ νόμος, ὅτι τῆς ἀνθρώπου ζωῆς ἅγιος μὲν ἦν ὁ ἐν ἀρχῇ χρόνος, ὡς ἐν τῷ προπάτορι τοῦ γένους Ἀδὰμ, οὔπω παραλύσαντι τὰ ἐντεταλμένα, καὶ τῶν θείων ἀλογήσαντι προσταγμάτων· ἅγιος δὲ καὶ πολὺ μείζων, ὁ ἐν ἐσχάτοις, τουτέστιν, ὁ ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδὰμ, ἀναστοιχειῶν τὸ γένος ἐκ τῶν διὰ μέσου συμβεβηκότων, εἰς καινότητα ζωῇς, ἐν πνεύματι. Παρεγγυᾷ δὲ ὅτι καὶ σαββατίζειν ἀνάγκη κατὰ τὴν ἑβδόμην, ἀποφοιτῶντας ἔργου παντός. Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοῖς διὰ πίστεως εἰσεληλα 68.1077 κόσιν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, τὸ παντὸς ἔργου λοιπὸν ἀπέχεσθαι σαρκικοῦ, καὶ τῶν ἐπὶ γῆς σπουδασμάτων καὶ εἰκαίου περιφορᾶς, ἀποπεραίνειν δὲ μᾶλλον ἐπείγεσθαι μόνα τὰ εἰς ζωὴν ἀποφέροντα τὴν ἀκήρατον, καὶ ὅσα σεπτοὺς καὶ ἁγίους ἀποτελεῖ. Ὡς γὰρ ὁ σοφὸς ἡμῖν γράφει Παῦλος, «Ὁ