De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εἰσδεχόμεθά τε καὶ θαυμάζομεν· φῶς δὲ τὸ θεῖον καὶ νοητὸν ἐν ταῖς ἡμετέραις ἀνίσχει καρδίαις· καὶ τροφὴ μὲν ἡ τοῦ σώματος, ὀδοῦσι καταλεαίνεται, καὶ ἔσται τὸ χρῆμα πρὸς ζωὴν ὁδός· τὰ δέ γε τῶν θείων θεωρημάτων, σκληρὰ, καὶ δυσέφικτα καθάπερ ὀδόντι τῇ τῆς διανοίας ἰσχύϊ μονονουχὶ συνθρύπτεται καὶ ἀποτρέφει ψυχήν. Καὶ γοῦν ἡ Σοφία τὴν θείαν ἡμῖν καὶ πνευματικὴν ἁπλοῦσα τράπεζαν, «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον,» φησίν. Οὐκοῦν κἂν εἰ οἰκέτῃ συμβαίνοι τυχὸν περί τι τῶν τοιούτων βλάβος, παραπαίοντος δεσπότου καὶ παρολισθεῖν ἀναγκάζοντος ἐξ ὀρθότητος δογμάτων εἰς ἔκτοπον πλάνησιν, λελύσθω, φησὶν, ὁ δεσμὸς, καὶ λόγος ἔστω μηδεὶς ἀναγκαίου ζυγοῦ. ∆ιεῤῥίφθω δέ ποι καὶ τῆς ἐξουσίας τὸ δεῖμα, ἴτω τε λοιπὸν ὁ κατεζευγμένος, ὅποιπερ ἂν αὐτῷ τὸ ἀλωβήτως ἔχειν εὑρίσκοιτο· ψυχῆς γὰρ ἄμεινον οὐδὲν ἦν. Καὶ ἵνα σώσῃ, φησὶν, ἀπολελύσθω δουλείας. Ἴδοις δ' ἂν ἀληθῆ τὸν λόγον, καὶ ἐν καιροῖς ἔτι τοῖς καθ' ἡμᾶς πληρούμενον· οὐ γὰρ ἀνέχονται δεσποτῶν οἰκέται παρακομιζόντων εἰς πλάνησιν, τῆς ἐπηρτημένης αὐτοῖς ἐξουσίας ὑπεξαγαγόντες γενικῶς 68.553 τὸ ἔν γε τούτῳ πειθήνιον· ἄχθει μὲν γὰρ τῷ δουλείας τὸν τοῦ σώματος ὑπενεγκόντες αὐχένα, τηροῦσιν ἀθόλωτον ἐν ἑαυτοῖς τὸν νοῦν, καὶ τὸ δεῖν εἰδέναι σαφῶς τε καὶ ἀπλανῶς τὸν περὶ τῆς ἀληθοῦς πίστεως λόγον, πολλοῦ δὴ λίαν, μᾶλλον δὲ τοῦ παντὸς εἶναι ἄξιον πεπιστεύκασι, καὶ τροφὴν τὸ χρῆμα ποιοῦνται πνευματικὴν, οἷά περ ὀδόντι τῷ νῷ κατατρίβοντες τὸ εἰς οὖς ἐρχόμενον, καὶ τὴν τῶν θείων νοημάτων ἀναμασώμενοι δύναμιν. {ΠΑΛΛ.} Ὡς σαφής τε ἡμῖν, καὶ ὀρθῶς ἔχων ὁ λόγος. {ΚΥΡ.} Προσεθίζει δὲ καὶ ἑτέρως ὁ νόμος ἡμᾶς εἰς φιλαλληλίαν, τιμᾷν ἀναπείθων τὸ συγκαθίστασθαι τοῖς ἐγγὺς, καὶ τοὺς τῆς ἀνισότητος καταμυσαττόμενός τε καὶ κολάζων τρόπους. {ΠΑΛΛ.} Πῶς δὴ φής; {ΚΥΡ.} Ἄκουε δή· γράφει γὰρ πάλιν· «Ἐὰν κε-ρατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας· καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.» Ὁρᾷς τὸ αἴνιγμα, καὶ οἱονείπως ἡμῖν ἐκ παραδείγματος ἐναργεστάτου πρὸς τὸ εὐθὺ διαστείχοντα τὸν ἐπὶ τῷδε λόγον; Εἰ γὰρ γένοιτο τεθνάναι, φησὶ, τὸν τοῦ δεῖνα ταῦρον, καὶ ὑφ' ἑτέρου ταύρου πεσεῖν, διελοῦνται τὸν ταῦρον τὸν ζῶντα, καὶ ἀμφοῖν ἔσται πάλιν ὁ τεθνηκὼς, τουτέστιν, εἰ πλεονεξίας ἐπιγένοιτο καὶ ἀδικίας τρόπος παρ' οὐχ ἑκόντος τινὸς εἰς ἕτερον, ἐντρυφάτω, φησὶν, ὁ ἠδικημένος τοῖς τοῦ λυπήσαντος ἀγαθοῖς, καὶ κοινὰς ἐχέτω τὰς θυμηδίας. Τοῦτο γὰρ, οἶμαι, ἔστι, τὸ διελέσθαι τὸν ταῦρον τὸν ζῶντα· Κοινὰς δὲ ποιείτω, φησὶ, καὶ ἀνεθελήτως προσκεκρουκὼς τὰς τοῦ πεπονθότος συμφοράς· τουτὶ γὰρ οἶμαι παραδηλοῦν, τὸ διελέσθαι τὸν τεθνηκότα. Ὁρᾷς οὖν ὅπως ὁ νόμος αἰνιγματωδῶς ἔτι καὶ κατεσκιασμένως τὸν φιλάλληλον εἰσηγεῖται τρόπον; Ἢ οὐχὶ δὴ τοῦτό ἐστι τὸ, «Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων;» {ΠΑΛΛ.} Ἔοικε. {ΚΥΡ.} Εἰ δὲ δὴ, φησὶν, ὁ πλεονεκτῶν εἰδείη σαφῶς, ὅτι πείσεταί τι δεινὸν ὁ πέλας, τῶν τῆς πλεονεξίας τρόπων οὐκ ἀνῃρημένων, ζημίαν αὐτὸς τὴν ἴσην ὑπομενεῖ, καὶ τὴν τοῦ παθόντος συμφορὰν ἐπαντλήσει μόνῃ τῇ ἰδίᾳ ψυχῇ. Τοῦτο γὰρ αἰνιγματωδῶς, τὸ, «Ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτοῦ ἔσται.» Οὐ γὰρ μέχρι τοῦ τῶν οἰκείων ἀγαθῶν ἀποπεσεῖν τοῖς ἀδικοῦσιν ὁ λόγος, ἀλλ' ἰδίαν ἕξουσι συμφορὰν, καὶ αὐτῶν ἔσται πάθος, τὸ τῷ πέλας συμβεβηκός. {ΠΑΛΛ.} Ὡς εὖ γε ἡμῖν ὁ λόγος ἔχει. 68.556 {ΚΥΡ.} Σοφὸν δὲ ἡμῖν τῆς εἰς ἀλλήλους ἀγάπης ἐτίθει νόμον καὶ ὁ θεσπέσιος Παῦλος, ὡδίπη λέγων· «Μὴ τὰ ἑαυτῶν ζητοῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων.» Οὐ ζητεῖ γὰρ ἡ ἀγάπη τὰ ἑαυτῆς· περισκέπτεται δὲ μᾶλλον καὶ τὰ ἑτέρων, καὶ ὅπως ἂν ἔχοι τὰ ἀδελφῶν εὖ. Τοῦτό τοι πάλιν τὸ ἀρχαῖον ἡμῖν ὑπαινίττεται Γράμμα· ἔχει δὲ οὕτως· «Ἐὰν δὲ