De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἕως ἑσπέρας, καὶ λούσεται ὕδατι, καὶ καθαρὸς ἔσται. Καὶ ὁ αἴρων ἀπὸ τῶν θνησιμαίων αὐτῶν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.» Ὅπερ ἐστὶν ἐναργῶς, καθάπερ ἐγᾦμαι, τὸ, «Εἴ τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Εἰ γὰρ δή τις ὅλως τῶν ἐν ὑπολήψει σεμνότητος, καὶ τῶν ἤδη κεκαθαρμένων, καὶ εἰς κοινωνίαν τὴν πνευματικὴν διὰ πίστεως εἰσδεδεγμένων, τὴν ἐκ τῆς ἁμαρτίας ὑπομένει νέκρωσιν, «βδελυρὸς ἔστω,» φησὶ, «καὶ ἀπηχθημένος·» νεκροῖς γὰρ ἔργοις μεμολυσμένος, καταμιαίνει που πάντως τὸν αὐτῷ κολλώμενον. Ἀλλ' εἰ καὶ πάθοι τις τὸν μολυσμὸν, καθαρὸς ἔστω δι' ὕδατος πρὸς ἑσπέραν. Καὶ τί δὴ τοῦτό ἐστι, προκαταμεμήνυκεν ἡμῖν ἐναργῶς ὁ λόγος. Ἄθρει δὲ ὅτι καὶ τὸν ἐσθίοντα τῶν θνησι 68.937 μαίων αὐτῶν, καὶ εἰ ἐπαφῷτό τις μόνον, ἀκάθαρτον ἔσεσθαί φησιν, οὔτε, τὸν μετασχόντα τῆς ἐκείνων νεκρότητος, μώμου καὶ γραφῆς ἀπαλλάττων, οὔτε μὴν ἀναίτιον εἶναι λέγων, καὶ εἰ ἀγχοῦ τις ἴοι καὶ πλησιαζόμενος. Χρῆναι γὰρ οἶμαι νηφαλέως ἀποφοιτᾷν, οὐχὶ δήπου μόνης τῆς πρὸς φαύλους ταυτοεργίας, ἀλλὰ καὶ αὐτοῦ τοῦ συνιέναι μόνον. «Ὁ γὰρ ἁπτόμενος πίσσης, μολυνθήσεται,» φησί. Καὶ ἀληθὴς ὁ λόγος· ὅτι δὲ εἰς ἠθῶν ποιότητα τὰ ἐκ τῶν παραδειγμάτων χρήσιμα τῷ νόμῳ παρείληπται, ἀναμάθοι τις ἂν ἐκ τῶν ἐπενηνεγμένων. Ἔφη γὰρ πάλιν· «Καὶ οὐ μὴ βδελύξεσθε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.» Ὁποῖον γὰρ ἂν ἐποίησε μολυσμὸν τῇ τοῦ ἀνθρώπου ψυχῇ, τὸ ἐκτεθνάναι ζῶον, καὶ τοῦ τεθνεῶτος ἀποθίγειν; Τί γὰρ ἂν ἠδίκησε βρῶσις, ἡ εἰς κοιλίαν χωροῦσα καὶ ἐκπεμπομένη πρὸς ἀφεδρῶνα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; {ΠΑΛΛ.} Οὐδὲν, ὡς ἐγῷμαι· νοεῖς γὰρ ὀρθῶς. {ΚΥΡ.} Χρῆναι δὴ οὖν ἔγωγέ φημι, κατὰ τοὺς τῶν πλωτήρων εὐτεχνεστάτους, πάντα σείοντας κάλων, ἔξω φέρεσθαι μολυσμῶν, ἠρεμαῖαν δὲ ὥσπερ ἀκτὴν καὶ ἀκύμονα πρὸς τὴν Θεῷ φιλαιτάτην εἰσελαύνειν ζωήν. Προσιτὸς γὰρ ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ἂν γένοιτο καὶ μόνως, ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν, ἀταλαίπωρον ἰδεῖν. Γέγραπται γὰρ πάλιν ἐν τῇ Ἐξόδῳ· «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ, καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον· καὶ ἦλθεν εἰς τὸ ὅρος Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου, λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.» Συνίης οὖν ὅπως οὐκ ἂν ἀγχοῦ γένοιτό τις τοῦ πανάγνου Θεοῦ, μὴ οὐχὶ πάντα ῥύπον τῆς ἑαυτοῦ προαπονίζων ψυχῆς· νεκρότητος δὲ ἁπάσης τῆς ὡς ἐν πράγμασι νοουμένης, ἀπολύων τὸν πόδα, τοῦτ' ἔστι, τὴν εἰς τὰ πρακτέα βάδισιν νοητήν; Ἢ γὰρ οὐχὶ τὸ ὑπόδημα, νεκροῦ ζώου λείψανον; {ΠΑΛΛ.} Πῶς γὰρ οὔ; {ΚΥΡ.} Τύπος οὖν ἄρα νεκρότητος τὸ χρῆμά ἐστιν, ἣν εἴπερ τις ἀποφορτίσαιτο, τὰ δι' ὧν ἂν ἐξοίχοιτο διαῤῥήξας δεσμὰ, ἥξει τε ἀγχοῦ καὶ οἰκεῖος ἔσται Θεῷ, καὶ πρός γε τὸ σώζειν ἑτέρους δύνασθαι λοιπὸν, ἐπιτηδείως ἔχων. Προσεχειρίζετο γοῦν ὁ Μωσῆς εἰς ἀποστολὴν, καὶ πρὸς ἐκλύτρωσιν τῶν υἱῶν Ἰσραήλ. Ἱερὸς δὲ ἡμῖν ὑποπεφώνηκε λόγος· «Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔση καὶ τῷ πλησίον σου.» {ΠΑΛΛ.} Εὖ λέγεις. 68.940 {ΚΥΡ.} Τί δὲ, οὐχὶ κἀκεῖνο δὴ τουτοισὶν ἐποίσομεν ἄν; {ΠΑΛΛ.} Τὸ ποῖον; {ΚΥΡ.} Καταφοιτήσειν μέλλοντος ἐν εἴδει πυρὸς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ τοῦ πάντων κρατοῦντος Θεοῦ, προσετάττετο Μωσῆς εὐτρεπῆ πρὸς θεοπτίαν ἀποφῆναι τὸν Ἰσραήλ. Τόν γε μὴν τῆς ἑτοιμασίας τρόπον, αὐτὸς ὁ πάντων ἐθεσμοδότει ∆εσπότης. Εἶπε γὰρ Κύριος πρὸς Μωσῆν· «Καταβὰς, διαμάρτυρε τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς