De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
δύνασθαί τινας ἐπὶ τὸ ἀμωμήτως ἔχον, ἤγουν εἰς ὑπερφυᾶ καὶ ὑπέρλοφον πολιτείαν. Προσήκοι δ' ἂν, οἶμαι, κατὰ βραχὺ πρὸς τὴν ἀρτίως ἔχουσαν ἕξιν, ἐκ μικρῶν καὶ συμμέτρων ἀρξάμενος, καὶ μονονουχὶ προειστρέχων καθάπερ εἰς πόλιν μικρὰν, καὶ ὄρους ὑψηλοῦ γείτονα, τὴν τῆς ἐξαιρέτου καὶ ἀνῳκισμένης ζωῆς ὑποκαθημένην τε καὶ ἐν μείοσι πολιτείαν. Ταύτῃτοι καὶ ὁ δίκαιος Λὼτ, τύπος ἂν εἴη τῶν τῇδε διακειμένων, οὐκ εἰς τὸ ὄρος εὐθὺς, ἀλλ' ἐν πόλει Σηγὼρ τῇ μικρᾷ, καταλύσειν ἀξιῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τοῖς εὐαγγελικοῖς κηρύγμασι τοιαύτας πολλάκις τὰς οἰκονομίας εὑρήσομεν ἐν τοῖς πιστεύουσι γεγενημένας; Καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει λέγων· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. Ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Ὁρᾷς πῶς τῆς ἐγκρατείας τὸ εἰς ἄγαν ὑπερφερὲς, καθάπερ ὄρος ἡμῖν ὑπέδειξε λέγων· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·» ἐφῆκε δὲ ἡμᾶς καταλῦσαι εἰς Σηγὼρ, τοῦτ' ἔστιν, εἰς τὴν ὑποκαθημένην ἔτι τοῦ τελείως ἔχοντος ἀγωγὴν, τό τε ἐξεῖναί φημι μόνῃ τῇ ἰδίᾳ συμπλέκεσθαι γυναικί; Τὴν δὲ γῆν τὴν ἀρίστην, καρποὺς ἀποδώσειν ἔφασκεν ὁ Σωτὴρ, τὴν μὲν ἑκατὸν, τὴν δὲ ἑξήκοντα, τὴν δὲ τριάκοντα. ∆ιεδίδου δὲ καὶ τὸ τάλαντον, οὐκ ἐν ἴσῳ μέτρῳ, ἀλλὰ τῷ μὲν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν· τὸ, οἶμαι, τῶν ἕξεων ἀνισοσθενὲς διὰ τούτων δεικνὺς, ἑκάστῳ τε διανέμων ὡς ἂν ἐπιτηδειότητος ἔχοι καὶ γνώμης. Ὡς γὰρ ἔφαμεν ἀρτίως, «Ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» {ΠΑΛΛ.} Εὖ λέγεις. {ΚΥΡ.} Ἐφίησι μὲν ὁ μακάριος ἄγγελος καταλύσειν εἰς Σηγώρ. «Ἰδοὺ γὰρ,» φησὶν, «ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ.» Εἶτά φησιν, ὅτι «Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ.» Θαυμάσαις δ' ἂν, ὦ ἑταῖρε, τίς ἂν γένοιτο μαθὼν καὶ τούτων ὁ νοῦς, «Ἐθαύμασα γάρ σου,» φησὶ, «τὸ πρόσωπόν σου τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας.» Ἀνεθέλητος μὲν γὰρ τῷ Θεῷ, κατὰ τὸ ἀληθὲς, ἡ τελείως οὐκ ἔχουσα πρὸς ἀρετὴν πολιτεία, καὶ τὸ κατά τι γοῦν ἡττᾶσθαι τῶν παθῶν ἀπόβλητόν τε αὐτῷ καὶ κατακρίσεως οὐ μακράν. Πλὴν ἐφίησιν ἐκ φιλανθρωπίας, καὶ συμμετρήσας τῇ φύσει τὸ ἐν ἀρχαῖς ἐφικτὸν, σώζεσθαι κελεύει, καὶ 68.181 μελετῶντας ἔτι τὸ ἀγαθὸν, οὔπω τε τὴν ὑπαίτιον κομιδῇ διαστείχοντας ἀγωγήν. Ἀλλὰ καὶ τοῖς εἰς τοῦτο ἥκουσι μέτρων, καὶ εἰς ταυτηνί τε εἰσελαύνουσι τὴν κατάστασιν, οὐ δίχα φωτὸς τοῦ θείου καὶ δᾳδουχίας τῆς ἄνωθεν ἡ εἰσδρομὴ γένοιτ' ἄν. «Ἀνέτειλε γὰρ,» φησὶν, «ὁ ἥλιος καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ.» {ΠΑΛΛ.} Ὡς σφόδρα γε τὰ εἰκότα ἔφης! {ΚΥΡ.} Ὁ μὲν οὖν θεσπέσιος Λὼτ εἰς τὴν ἔτι μικρὰν εἰσέθει πόλιν, ἐφιέντος αὐτῷ τοῦ Θεοῦ· ἠλέγχετο δὲ καὶ πρὸς τοῦτο ἀσθενὴς ἡ ἑπομένη τε αὐτῷ καὶ συνεκθέουσα γυνή. «Ἐπέβλεψε γὰρ,» φησὶν, «εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός.» Θέα δὲ ὅτι νοῦς μὲν ὁ ἀνδρεῖος καὶ φρόνημα τὸ νεανικὸν, κἂν εἰ μὴ τελείως ἀφικνοῖτο τυχὸν εἰς τὸ ἀρέσκον Θεῷ, κατορθοῦν ἠργμένος τὴν ἀρετὴν, ἀλλ' οὖν ἕξεις παθῶν ποιεῖται κατὰ βραχὺ πρὸς τὸ ἀμεινόνως ἔχον. Ὁ δὲ ἀσθενής τε καὶ ἄνανδρος, οὗ σημεῖον ἡ γυνὴ, ταῖς εἰς φαυλότητα μετατροπαῖς, ἀχρειοῦται παντελῶς. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ γενέσθαι στήλη ἁλός· ὅπερ ἂν εἴη σύμβολον ἀπομαρανθείσης φρενὸς, καὶ νοῦ πρὸς ἠλιθιότητα μεταφοιτᾷν κειμένου, καὶ εἰς ἐσχάτην ἤδη πως ἀναισθησίαν ἐληλακότος. Ἀπομωρανθὲν δὲ τὸ ἅλας, εἰς οὐδὲν ἰσχύσειν ἔτι, καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· ἀχρειωθήσεσθαι δὲ παντελῶς, ἔξω τε πεμπόμενον, καὶ ὑπὸ πόδας ἀνθρώπων διεῤῥιμμένον. Ἀπελιθοῦτο μὲν οὖν ἡ γυνὴ, προσετίθει δὲ οὐκ εἰς μακρὰν τὸ λεῖπον ὁ Λώτ. Γέγραπται γὰρ, ὅτι «Ἀνέβη Λὼτ ἐκ Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ' αὐτοῦ. Ἐφοβήθησαν γὰρ κατοικῆσαι ἐν Σηγὼρ, καὶ ᾤκησαν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ