De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἑνὸς προσώπου.» Ἀλλὰ τίς ἂν γένοιτο τυχὸν ἡ τοιάδε θέσις, ἐν τοῖς Ἀριθμοῖς ἐδήλου σαφῶς, οὕτω λέγων· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Λάλησον Ἀαρὼν, καὶ ἐρεῖς πρὸς αὐτόν· Ὅταν ἐπιθῇς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας, φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι· καὶ ἐποίησεν οὕτως Ἀαρὼν ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας, καὶ ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωσῇ» Σύνες δὴ οὖν, ὅτι κατὰ πρόσωπον τῆς λυχνίας, οἱ ἑπτὰ τετραμμένοι λύχνοι, τὸ φῶς τοῖς ὁρῶσιν ἐνίεσαν. Οὐ γὰρ τοῖς κατόπιν καὶ οἱονεί πως ἐν ἀποστροφῇ κειμένοις τῇ παρὰ Θεῷ, τὸ θεῖόν τε καὶ νοητὸν ἐπιλάμπει φῶς, ἀλλὰ τοῖς εἰς ὄψιν ἠγμένοις δι' ἁγιασμοῦ, καὶ ἀντιπροσώποις ἤδη γεγονόσι διὰ τῆς ἐν πίστει παῤῥησίας, καὶ τῆς ἔν γε τῷ βιοῦν ὀρθῶς παγκάλου σεμνότητος. Βδελυρὸν μὲν γὰρ καὶ ἀπηχθημένον πᾶν ὅσον ἐστὶν ἐν φαυλότητί τε καὶ ἀπειθίᾳ. Τίμιον δὲ καὶ ἐν ἐπισκέψει Θεοῦ, τὸ εὐπειθὲς καὶ εὐήνιον. Ἰουδαίοις μὲν γὰρ ἐμπαροινεῖν ἑλομένοις ἀκαθέκτως αὐτῷ, καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· «Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν.» «Ὀφθαλμοὶ δὲ Κυρίου ἐπὶ δικαίους,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Τῆς ἁγίας ταυτησὶ λυχνίας μέμνηται σαφῶς καὶ ὁ θεσπέσιος Ζαχαρίας· ἔφη γὰρ, ὅτι «Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με, ὃν τρόπον ἐξηγέρθη ἄνθρωπος ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἷπε πρὸς μὲ, Τί σὺ βλέπεις; Καὶ εἶπα, Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς· μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ μία 68.609 ἐξ εὐωνύμων. Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων, Κύριε, τί ἐστι ταῦτα; καὶ εἶπε πρὸς μὲ, λέγων, Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε.» Ὁ μὲν οὖν μακάριος προφήτης διεπυνθάνετο λέγων, Τί ἐστι ταῦτα, Κύριε; Βραχὺ δὲ διήγημα παρενθεὶς ὁ θεσπέσιος ἄγγελος διερμηνεύει τὴν ὅρασιν, καὶ τὴν τῆς λυχνίας κατασκευὴν εἰς Χριστὸν ἀναφέρει λέγων περὶ τῶν ἐν αὐτῇ λύχνων ἑπτὰ, «Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ χρή τι καὶ τῶν παχυτέρων εἰπεῖν, μυρίοις ὅσοις ἡμᾶς ὀφθαλμοῖς τὸ θεῖον ὁρᾷ καὶ κατασκέπτεται τὰ ἀνθρώπινα, γινώσκων τὰ ἐν τῷ σκότει, κατὰ τὸ γεγραμμένον, «Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν.» Εἰ γὰρ καὶ ἡμῖν τοῖς ἐν κόσμῳ τὸ φῶς ἐνίησι Θεὸς, καταπλουτήσειεν ἂν αὐτὸ καὶ πρό γε τῶν ἄλλων ἐν ἰδίᾳ φύσει λαχών. Ἢ εἴπερ οὐχ ὧδε ἔχειν ὑποπτεύουσί τινες, ὥρα που τάχα τοῖς ὧδε φρονεῖν ἑλομένοις ἐπιφωνεῖν, «Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ ἠκονημένος μᾶλλον μαχαίρας διστόμου, διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.» Φωτίζει δὴ οὖν καὶ ἐφορᾷ πάντα Χριστός. Τοιγάρτοι καὶ ἔφασκε δι' ἑνὸς τῶν προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Λάθοι γὰρ ἂν οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Ἢ οὐκ ἄριστά σοι ταῦτα διεσκέφθαι δοκῶ; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν. {ΚΥΡ.} Ἀσύνηθες δέ τι περὶ τὴν λυχνίαν ὁ προφήτης ὁρῶν, ἐλαιῶν γὰρ ἦσαν κλάδοι, προσεπυνθάνετο λέγων, «Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρώτησα,» φησὶν, «ἐκ δευτέρου, καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν, οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; Καὶ εἶπε πρός με,» φησὶν, «Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπα, Οὐχὶ, Κύριε. Καὶ εἶπέ μοι· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» {ΠΑΛΛ.} Τίς οὖν ἄρα γέγονε χρεία τῷ μακαρίῳ προφήτῃ, τοῦ καὶ εἰς αὖθις ἀναπυθέσθαι δεῖν; Ἐπηρώτησα γὰρ, φησὶν, ἐκ δευτέρου. {ΚΥΡ.} Ἢ γὰρ οὐχὶ φαίης ἂν, ὦ Παλλάδιε, σοφόν τε εἶναι