De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
πεδίῳ εὕρῃ ἄνθρωπος τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον, τὸν κοιμώμενον μετ' αὐτῆς, μόνον· τῇ δὲ νεάνιδι ποιήσετε οὐδὲν, οὐκ ἔσται τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο, ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτὴν, ἐβόησεν ἡ νεάνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων οὐκ ἦν αὐτῇ.» Τὸ μὲν οὖν τῆς ἱστορίας, οὐδενὸς οἶμαί που δεήσεσθαι λόγου, πρὸς τὸ συνιέναι δύνασθαί τισι· σαφῆ γὰρ λίαν καὶ ἐναργῆ. 68.541 ∆εῖ δὲ ἡμᾶς, ὡς ἔοικε, ταυτὶ μεθέντας εἰς τὸ παρὸν, τὴν ἔσω τε καὶ κεκρυμμένην ἰέναι τρίβον. {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Φημὶ δὴ οὖν, ὅτι ὥσπερ ἐν τοῖς εἰς γυναῖκα πλημμελήμασι, τὸ πάντων ἂν εἴη παγχάλεπον, ἡ μοιχεία, τὸν ἑτέρου τινὸς παραλύουσα γάμον, καὶ τῶν ἤδη συνημμένων ποιοῦσα διάζευξιν, κατὰ τὸν αὐτὸν, οἶμαι, τουτονὶ τρόπον, τῶν εἰς ἀνθρωπίνας ψυχὰς αἰτιαμάτων, τὸ πάντων μάλιστά ἐστι δυσσεβέστερόν τε καὶ ἀφορητότερον, τὸ ἐπιτηδεῦσαι τὴν παραφθορὰν, οὐκ εἰς τὴν τυχοῦσαν ἁπλῶς, ἀλλὰ εἰς τὴν ἤδη τρόπον τινὰ συνῳκισμένην καὶ ἑνωθεῖσαν Χριστῷ, τῷ ἄνωθέν τε καὶ ἐξ οὐρανοῦ νυμφίῳ· ἑνούμεθα γὰρ αὐτῷ διά τε τῆς πίστεως, καὶ προσέτι, τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος· «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι,» κατὰ τὰς Γραφάς. Θανάτῳ δὴ οὖν ὁ νόμος τιμᾶται δικαίως ὁμοῦ τῷ μοιχεύσαντι τὴν πεπορνευμένην, καὶ τὸν μὲν ὡς ἐνιέντα τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὰ σπέρματα, τὴν δὲ, ὅτι τὸν τῆς γνησιότητος ἀτιμάζουσα νόμον, ἑτέρῳ γέγονε, καὶ ταῖς ἐκείνου παραφθοραῖς ἁπλοῦσα τὸν νοῦν, τὸν ἐξ ἀνθρωπίνων εὑρημάτων εἰσεδέξατο μολυσμόν. {ΠΑΛΛ.} Πιθανὸς ὁ λόγος. {ΚΥΡ.} Γυναικὶ μὲν οὖν, ἀνδρὶ κατὰ νόμους συνωκισμένῃ, παρεικαστέον εὖ μάλα τὴν διὰ πίστεώς τε καὶ Πνεύματος Χριστῷ συνῳκισμένην καὶ ἑνωθεῖσαν ψυχήν. Παρθένον δὲ εἶναι μεμνηστευμένην λογιούμεθα, τὴν κεκλημένην εἰς ἀρχὰς γνώσεως ἀληθοῦς, οὔπω δὲ ὁλοτελῶς ἑνωθεῖσαν Χριστῷ, περιμένουσάν τε ἔτι καθάπερ τινὰ γάμον καὶ συναφείας τρόπον τὸν ἀληθέστερον, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ἀῤῥαβῶνά γε μὴν, καὶ ὁμιλίας ὥσπερ ἀρχὴν, τὸν τῆς κατηχήσεως λόγον εἰσδεδεγμένην. Οὕτω τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ θεῖος ἡμῖν μυσταγωγὸς, Παῦλος δὲ οὗτος, παρεκόμισε τῷ Χριστῷ· γράφει γὰρ ὧδε· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.» Καὶ αὐτὸς δέ πού φησιν ὁ Νυμφίος διὰ φωνῆς προφητῶν· «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς· καὶ μνηστεύσομαί σε ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Εἰ τοίνυν γένοιτο, φησὶ, τῆς παραφθορᾶς τὰ ἐγκλήματα, καὶ ἐπί τινι τοιᾷδε ψυχῇ, μοιχείᾳ γεγράφθω τὸ χρῆμα· ὑπόχρεως γὰρ ἡ μεμνηστευμένη, καὶ ὑπὸ χεῖρα λοιπὸν τοῦ μετὰ βραχὺ νυμφίου. Ἀλλ' εἰ μὲν ἐν πόλει γένοιτο τὸ ἀδίκημα, φησὶ, τουτέστιν, ἢ ἐν Ἐκκλησίᾳ Χριστοῦ, καὶ ἐν πόλει Θεοῦ ζῶντος, ἣν κατοικοῦσιν ἄγγελοι, καὶ ἄνδρες ἅγιοι, καθηγηταὶ καὶ διδάσκαλοι τοῖς κινδυνεύουσι, καὶ ἀπατωμένοις ἐπαμύνειν οἷοί τε, συναποτεθνάτω τῷ φένακι καὶ ἡ παθοῦσα παρθένος. Ἐξὸν γὰρ ἑτοίμως διαδράναι τὴν παραφθορὰν, εἰ τοῖς διασώζειν εἰδόσι καταμεμήνυκε διδασκάλοις, ἐθελούσιον ἠῤῥώστησε τὸ παθεῖν, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὴν εἰς τὸ φαῦλον ἀπαγωγήν. Εἰ δὲ δὴ μὴ γένοιτο, φησὶν, ἐν Ἐκκλησίᾳ, μηδὲ ἐν 68.544 πόλει Θεοῦ ζῶντος, ἀλλ' ὥσπερ ἐν πεδίῳ καὶ ἐν ἀγρῷ, οὗ μυσταγωγὸς ὁ ἐπαμύνων οὐκ ἦν, καὶ τῶν μεταπείθειν ἐπὶ τὸ ἄμεινον εἰωθότων ἐρημία πολλὴ, καὶ ὡς ἐν σπάνει παιδαγωγῶν ὁ φενακισμὸς, κινδυνευέτω μόνος ὁ βιασάμενος· πλεονεξία γὰρ ἤδη τὸ δρώμενον καὶ πάθος ἀνεπικούρητον, καὶ ἀνάγκη τις δυσδιάφυκτος, παρακρούσεται τὴν γραφήν· ἢ τοῖς ἀβουλήτως ἐπενηνεγμένοις ὡς ἀκουσίοις, ἐπιτιμᾷν οὐ περιττὸν εἶναι φήσομεν; {ΠΑΛΛ.} Παντάπασι μὲν οὖν· ὅσιος γὰρ ὁ νόμος. {ΚΥΡ.} Εὖ λέγεις· ἰσχνοτέραν δὲ τῶν δρωμένων ποιεῖ τὴν βάσανον, καὶ ἐπιμετρεῖ τρόπον τινὰ τοῖς πλημμελήμασι τὰς