De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ὧδε μὲν οὖν τὸ θεῖον ἔφη χρησμῴδημα ἡμῖν. Εἰσηγούμενος δὲ τοῖς ἐξ Ἰσραὴλ τὸ κεκελευσμένον ὁ θεῖος ἔφη Μωσῆς, «Ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε τὸ Πάσχα. Λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν θήσετε ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν. Ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ, ἕως πρωΐ. Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος πρὸς τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρευτὴν εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.» Τὸ μὲν οὖν κατ' οἴκους πατριῶν ἤτοι κατὰ συγγενείας λαμβάνεσθαι τὸν ἀμνὸν, ὑποφήνειεν ἂν, οἶμαί που, τῆς πνευματικῆς οἰκειότητος τὸ, ὡς ἐν πίστει τε καὶ ὁμονοίᾳ ταυτόν. Οὐ γὰρ τοῖς ἐξίτηλα φρονεῖν ᾑρημένοις συνεορτάσομεν, οὐδὲ τοῖς ἕτερα ἄττα παρά γε τὸ ὀρθῶς ἔχον καὶ ἀληθῶς φρονεῖν εἰωθόσι κοινωνήσομεν τῆς ἁγίας καὶ ζωοποιοῦ θυσίας, ἀλλὰ τοῖς ὁμόφροσί τε καὶ ἀδελφοῖς ὡς ἐν ἑνότητι πνεύματος, καὶ ἐν ταυτότητι πίστεως. Ἀναπλέκεταί γε μὴν ἡ ὕσσωπος οἰκονομικῶς τῷ αἵματι τοῦ ἀμνοῦ. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε τυχὸν ὁ λόγος, ὡς ἐν βραχέσιν ἐρῶ. Τὴν ὕσσωπον, ὦ Παλλάδιε, πόαν εἶναί φασι καὶ δὴ καὶ ἰατρῶν θαυμάζουσι παῖδες, ὡς οὐκ ἀνικάνως ἔχουσαν εἴς γε τὸ δύνασθαι καὶ μάλα γεννικῶς τὴν ἐν σπλάγχνοις ἐκτήκειν ἀκαθαρσίαν, καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, διάτοι τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Συνῆπται δὴ οὖν, καθάπερ ἔφην ἀρτίως, τῇ ὑσσώπῳ τὸ αἷμα, πλαγίως ἡμῖν τοῦ τύπου σημαίνοντος, ὡς οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, τὸ τίμιον αἷμα Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας, τῆς εἰς τὸ εἴσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι μὲν οὐκ ἐᾷ πρὸς τὸ ῥᾴθυμον, ζέοντας δὲ μᾶλλον ἀποτελεῖ τῷ πνεύματι. Ὅτι δὲ ἀναγκαῖον καὶ λυσιτελὲς, τοῖς γε ἅπαξ ἠξιωμένοις μεταλαχεῖν τοῦ Χριστοῦ, τὸ ἀσφαλῆ τε καὶ ἀνεξίτητον ποιεῖσθαι φιλεῖν τὴν ἐν ἁγιασμῷ ζωὴν, ὑποσημαίνει πάλιν ὁ νόμος, εἴσω καθίζων θυρῶν τοὺς τὸν ἀμνὸν κατεδηδοκότας, ἵνα μὴ τοῖς Αἰγυπτίοις συνολοθρευθεῖεν, τῶν οἴκων ἐκβεβηκότες. Ἐνδοιάσαι γὰρ οὐ θέμις, ὡς ἀπαστισοῦν τῶν τελούντων ἐν ἡγιασμένοις, οἶκον ὥσπερ τινὰ τὴν ἀρε 68.1080 τὴν ἔχων, εἰ ἐξοίχοιτό πως ἁγιασμοῦ, συνδιολεῖται τοῖς ἄλλοις, καὶ συνυποκείσεται ταῖς ποιναῖς, αἵπερ ἂν ἐπιφέροιντο τοῖς τὴν ἀσελγῆ καὶ ἀνίατον κατηῤῥωστηκόσι ζωήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος ἡμῖν Μελωδὸς, «Μὴ συναπολέσῃς, φησὶ, μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι.» Ἄθρει δὴ οὖν ὅπως, «Οὐκ ἐξελεύσεσθε,» φησὶ, «τὴν θύραν τοῦ οἴκου ὑμῶν, ἕως πρωΐ.» Νυκτὶ μὲν γὰρ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν αἰῶνα ἐνεστηκότα· ἡμέραν δὲ αὖ ἔσεσθαι προσδοκωμένην αἰῶνα τὸν μέλλοντα. Καὶ γοῦν ὁ μακάριος Παῦλος, εἰς τέλος ἤδη καταίροντα τὸν αἰῶνα βλέπων τὸν ἐνεστηκότα, λοιπὸν δὲ ἀγχοῦ, μονονουχὶ δὲ καὶ ἐπὶ θύραις ἤδη τὸν αἰῶνα τὸν μέλλοντα, προσεφώνει, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Οὐκοῦν τὸ μέχρι παντὸς τοῦ βίου κατασημήνειεν ἂν, τὸ ἕως πρωῒ, τουτέστιν, ἕως ἂν ὁ μέλλων ἀναδειχθείη καιρός. Πῶς δ' ἂν καὶ τοῦτο γένοιτο πρὸς ἡμῶν; ἐν γὰρ τῷ τέλει τῆς ἑκάστου ζωῆς, μονονουχὶ καὶ εἰσβέβηκεν ὁ μέλλων αἰών. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι δεδικαίωται μὲν ἀπὸ ἁμαρτίας ὁ θάνατον ὑποδύς· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τετήρηται δὲ τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὡς ἂν ἔχοι τῷ ἰδίῳ τέλει καταληφθεὶς, οὕτω καὶ παραστήσεται. {ΠΑΛΛ.} Συνίημι ὃ φής· καὶ εὖ γε δὴ λίαν ὁ λόγος ἔχει. {ΚΥΡ.} Ἀλλ' ὧδε μὲν ἡμῖν τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο τοῖς