De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
μοι.» Ἀνάγκη δὴ οὖν τοὺς ἀπερισπάστως τῷ Θεῷ λειτουργεῖν ἐθέλοντας, ἕπεσθαί τε δεῖν οἰομένους αὐτῷ, ἀποφοιτᾷν μὲν τῶν ἐπιγείων, κλῆρον καὶ αὐτὸν ποιεῖσθαι μόνον, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι καταπιαίνεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Κατατρύφησον τοῦ Κυρίου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Ἀφορίζει τοίνυν τὰ ἐπιδέκατα τοῖς Λευΐταις, εἰς ἀντίδοσιν τοῦ πόνου τῆς λειτουργίας αὐτῶν. Οὐ γὰρ ἀμισθὶ τοῖς ἁγίοις ὁ πόνος, ἀλλ' ἐξαίρετοι μὲν αἱ τιμαὶ, περιφανῆ δὲ τὰ γέρα. «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησὶν ὁ Σωτὴρ, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι τί ἐνδύσησθε· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἁμαρτήματα δὲ ὀνομάζει πάλιν, τὰ ὑπὲρ ἁμαρτιῶν σφαζόμενα. Τύποι δ' ἂν εἶεν καὶ ταῦτα Χριστοῦ, τοῦ δι' ἡμᾶς τεθυμένου, καὶ ὑπομείναντος τὴν σφαγὴν, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐδεστὰ δὲ μόνοις τοῖς ἱερουργοῖς τὰ ὑπὲρ τῆς ἁμαρτίας. Πρέποι γὰρ οὐ ταῖς ἀνιέροις ψυχαῖς τὸ χρῆναι μεταλαχεῖν τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, ἀλλὰ ταῖς ἀπολέκτοις καὶ καθαραῖς, αἷς ἄν τις ἐπιφωνήσειε τὸ, «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Ἐξῄρηνται δὲ τοῖς εἰς τὸ λειτουργεῖν ἐπιτεταγμένοις, ὅ τε βραχίων καὶ τὰ σιαγόνια, καὶ μὴν καὶ τὸ ἔνυστρον· ἐνεῖναι γὰρ δεῖ τῷ ἀπολέκτῳ γένει τὸ πρακτικὸν καὶ δραστήριον· καὶ τοῦτό ἐστιν ὁ βραχίων· καὶ μέντοι καὶ λόγον, δῆλον δὲ ὅτι τὸν διδακτικὸν, οὗ τύπος τὰ σιαγόνια· προσέτι δὲ καὶ τὸ ἔνυστρον, δι' οὗ τὸ καρπογόνον εὖ μάλα σημαίνεται. Ἢ γὰρ οὐχὶ πρακτικὸν καὶ ἐλλογιμώτατον, καὶ μέντοι καὶ γονιμώτατον εἶναι χρὴ τὸν ἀληθῶς καὶ Θεῷ γνώριμον; {ΠΑΛΛ.} Πάνυ μέν. {ΚΥΡ.} Οὐκοῦν ἀπόκληρον μὲν τὸ Λευϊτικὸν ἐποιεῖτο γένος, καὶ κλῆρον αὐτῷ τὸν ἐξαίρετον ἑαυτὸν ἐπιδούς. Τό γε μὴν εἰσάπαν ἔξω τεθεῖσθαι τῶν ἄλλων δοκεῖν, διά γε τὸ μηδὲν ὅλως ἑλεῖν, οὐκ ἠφίει χρησίμως· συνεμέτρει δὲ ὥσπερ τὸ χρῆμα, βραχύ τι δοὺς εἰς ἀναγκαίαν ἀπόλαυσιν· γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην, κατὰ Ἱεριχὼ, λέγων· Σύνταξον σοῖς υἱοῖς Ἰσραὴλ, καὶ δώσουσι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν, καὶ τὰ προάστεια τῶν πόλεων κύκλῳ αὐτῶν δώσουσι τοῖς Λευΐταις· καὶ ἔσονται αὐτοῖς αἱ πόλεις κατοικεῖν, καὶ τὰ ἀφορίσματα αὐτῶν ἔσται 68.865 τοῖς κτήνεσιν αὐτῶν, καὶ πᾶσι τοῖς τετράποσιν αὐτῶν. Καὶ τὰ συγκυροῦντα τῶν πόλεων, ἃς δώσετε τοῖς Λευΐταις, ἀπὸ τείχους τῆς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλῳ, καὶ μετρήσεις ἔξω τῆς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις, καὶ τὸ κλίτος τὸ πρὸς βοῤῥᾶν δισχιλίους πήχεις, καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμῖν, καὶ τὰ ὅμορα τῶν πόλεων, καὶ τὰς πόλεις δώσετε τοῖς Λευΐταις, τὰς ἓξ πόλεις τῶν φυγαδευτηρίων, ἃς δώσετε φυγεῖν ἐκεῖ τῷ φονεύσαντι.» Ἐφεῖται γὰρ τοῖς ἁγίοις, καὶ ἐν τῷδε τῷ κόσμῳ κεκτῆσθαι τὰ ζωαρκῆ, καὶ ὅσαπερ ἂν αὐτοῖς, ὡς πρός γε τὴν ἀναγκαίαν τοῦ σώματος χρείαν, ἀρκέσειεν ἄν. «Ἔχοντες γὰρ, φησὶ, διατροφὰς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.» Καὶ τὸ ἔτι περιττὸν, οὐκ ἀζήμιον. Πολίχναι δὴ οὖν καὶ δωμάτια, περισπόριά τε, καὶ τοῦτο μεμετρημένα, τοῖς ἁγίοις ἐκνενέμηνται λειτουργοῖς· ἐδικαίου γὰρ ὧδε Θεὸς, οὔτε τοῖς ὑπὲρ τὴν χρείαν ἢ εἰς τρυφὴν ἀνιεὶς, οὔτε μὴν τῷ λίαν κατεσφιγμένῳ καταθλίβων ἀμέτρως, ἀφιστὰς δὲ χρησίμως, καὶ τὸ πολὺ λίαν ἐνδεὲς, καὶ τὸ λυποῦν ἀφανίζων. Συνεμέτρει γὰρ τῇ χρείᾳ τὴν αὐτάρκειαν. Ἐπιτρέπεσθαί γε μὴν τοῖς Λευΐταις τὰς τῶν φυγαδευτηρίων ἐντέλλεται πόλεις, γένος τὸ μάλιστα πεπονθὸς, πλείστης δὲ ὅσης ἐπικουρίας δεόμενον, τῇ τῶν ἱερουργῶν φροντίδι παρατιθέμενος. Τύπος δὲ, οἶμαι, ταῖς ἐκκλησίαις ἐντεῦθεν, τὸ ἐπιμελεῖσθαι δεσμίων· «Μνημονεύετε» γὰρ, φησὶ, «τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἐν βεβαίῳ δὲ ὅτι τὰ τῆς ἐλπίδος τοῖς ἁγίοις ἱερουργοῖς, καὶ μὴν ὅτι διηνεκὴς ὁ κλῆρος