De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
οὖν ἐν ἐκκλησίαις κατὰ πληθὺν προσάγοιτο πρὸς ἡμῶν τὸ θῦμα, εἴτ' οὖν ἐν ἑτέροις πράττοιτο τόποις, καὶ καθ' ἕνα τυχὸν, ἢ καὶ κατὰ δύο που, καὶ τρεῖς, καὶ πλείονας ἔτι, ἀδιάκριτος ἡ παράστασις τῶν ὑμνολογεῖν εἰωθότων, καὶ εἰς τοῦτο συνδεδραμηκότων· ὁμοῦ γὰρ τοῖς ἤδη κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσματος, συναναφέρει τὸ θῦμα· 68.836 καὶ ὁ κατηχούμενος ἔτι, καὶ τοῖς τελείοις συναναθεὶς τὴν αἴνεσιν, τῶν ἔτι μυστικωτέρων ἀποφοιτᾷ, καὶ θυσίας εἴργεται τῆς ἐπὶ Χριστῷ. Ταύτῃτοι καλῶς ὁ νόμος προανεφώνει τὴν οἰκονομίαν, καὶ τῆς αἰνέσεως τὴν θυσίαν, ἐπ' ἄρτοις ζυμίταις, καὶ ἐν ἀζύμοις λαγάνοις ποιεῖσθαι προστέταχεν. Ἑκάστου, καθάπερ ἐγᾦμαι, τῶν ὠνομασμένων, ζωῆς εἶδος ὑποσημαίνοντος· ἄρτος μὲν γὰρ ὁ ἐζυμωμένος, βίου καὶ ζωῆς ἔσται τύπος, τῆς οὔπω κεκαθαρμένης διὰ τοῦ ἁγίου βαπτίσματος, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένης κοσμικῆς ἀκαθαρσίας· λάγανον δὲ ἄζυμον, τῆς ἤδη διεσμηγμένης ἐν Χριστῷ διὰ πίστεως, τῆς τῶν τελείων, φημὶ, οἷς καὶ ὁ θεσπέσιος Παῦλος προσεφώνει, λέγων· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.» Καὶ πάλιν· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι.» {ΠΑΛΛ.} Ἄριστα ἔφης. {ΚΥΡ.} Σεμίδαλις δὲ πρὸς τούτοις οὔπω πρὸς ἑνότητα συνενηνεγμένη, καθὰ καὶ ἐν ἄρτῳ καὶ ἐν λαγάνῳ τυχὸν, μένουσα δὲ ὥσπερ ἐν κόκκοις ἔτι, τὸ ὡς ἓν καθ' ἕκαστον καὶ καθ' ἕνα τῶν προσκομιζόντων τὴν αἴνεσιν ὑπαινίττεται· δεκτοὶ γάρ ἐσμεν τῷ Θεῷ, ποιούμενοι τὰς δοξολογίας, καὶ ἀνὰ μέρος ἕκαστος, καὶ ὡς ἓν οἱ πάντες κατὰ πληθύν. Ἐπιχεῖται δὲ τὸ ἔλαιον τῇ τῆς αἰνέσεως θυσίᾳ, τὸ ἱλαρὸν τοῦ πράγματος ὑποσημαῖνον, καὶ ὅτι πάντη τε καὶ πάντως ἕψεται παρὰ Θεῷ τὸ ἐλεεῖσθαι δεῖν τοῖς προσάγειν εἰωθόσιν αὐτήν. «Θῦσον γὰρ, φησὶ, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητής· «Ἀθυμεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ; ψαλλέτω.» Οὐκοῦν ἐν ἄρτοις ἐζυμωμένοις, καὶ ἐν ἀζύμοις λαγάνοις, καὶ ἐν κεγχρεμίσιν ἔτι σεμιδάλεως ἐκπράττεσθαι δεῖν τῆς αἰνέσεως τὴν θυσίαν, διετύπου σαφῶς· ἑνὸς δὲ ἀφ' ἑκάστου προσαγομένου, καὶ ὡς ἐν δρακὶ μιᾷ τῆς σεμιδάλεως, σφαζομένου τε προβάτου, καὶ τῶν ἐντοσθίων θυομένων κατὰ τὸν νόμον, ἐδώδιμα τὰ λοιπὰ τοῖς ἱερουργεῖν ἐπιτεταγμένοις, οὐκ ἀκερδῆ τὴν ἱερωσύνην καταδεικνύντος τοῦ νόμου· προσεπιτάττει λέγων· «Ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ.» ∆ι' οὗ δὴ πάλιν ἔπεισι νοεῖν ἐκεῖνό που τάχα· παρελάσαντος γὰρ τοῦ καιροῦ, καὶ παρῳχηκότος τοῦ αἰῶνος τοῦ ἐνεστηκότος καθάπερ ἡμέρας, δοξολογίας ἡμῖν ἐπινοηθήσεται παρ' οὓς ἴσμεν τρόπος ἕτερος. Ὥσπερ γὰρ τῆς ἐπὶ τῷ Φαραὼ δυναστείας ἐλευθερωθέντες ἡδόμενοι ἐν νόμῳ ἔλεγον, «Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.» Λαμπρότερα δὲ ἀσυγκρίτως καὶ ὑπερκείμενα προαναθεωροῦντες ἐν πνεύματι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα, διακεκράγασι τῶν ἁγίων τινές· «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν·» τοῦτο δὲ ἦν, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,» σκυλεύσας τὸν ᾅδην, «καὶ εἰπὼν 68.837 τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» τὸν αὐτὸν, οἶμαι, τρόπον, κατηργημένου θανάτου, καὶ τῆς ἁμαρτίας λελυμένης εἰσάπαν, αἰνέσεως ἔσται τρόπος ὁ τῷ καιρῷ πρέπων· ἐπὶ μείζοσι γὰρ ὑμνήσομεν· καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον πλουτήσαντες ἀγαθὰ, λαμπροτέραις εὐφημίαις τὸν ἁπάντων ἡμῖν δοτῆρα τῶν ἀγαθῶν Χριστὸν συστεφανώσομεν τῷ Θεῷ καὶ Πατρί. «Εἴτε γὰρ προφητεῖαι καταργηθήσονται,» φησὶν, «εἴτε γνῶσις παύσεται· Καὶ ἄρτι μὲν ἐκ μέρους γινώσκομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ μὴν καὶ αὐτὸς ἔφη που Χριστός· «Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν. Ἀλλ' ἔρχεται ὥρα ὅτε οὔτε ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν.» Ὡς οὖν ἐσομένης ἐν ἡμῖν κατὰ καιροὺς τελειοτέρας γνώσεως, ὑψηλότερον ἢ