De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Ἐκάλει δὲ καὶ ἡμᾶς πρὸς μίμησιν τῆς ἐνούσης αὐτῷ πραότητός τε καὶ ἡμερότητος, οὕτω λέγων· «Ἄρατε τὸν ζυγόν μου 68.972 ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Λήψεται τοίνυν τὴν τρυγόνα, φησὶν, «ὁ ἱερεὺς, καὶ ἀποκνίσει τῷ ὄνυχι. Σφάζεται γὰρ οὕτω τὰ ἐλαφρὰ τῶν στρουθίων. Πλὴν, οὐκ εἰσάπαν ἀποτεμεῖ, δῆλον δὲ ὅτι τὴν κεφαλήν. Πέπρακται γὰρ οὕτως ὁ Χριστοῦ θάνατος, οὐκ εἰς μερισμὸν, ἀλλ' εἰς ἕνωσιν. Τοιγάρτοι καὶ ἐν ἀρχαῖς ἐπὶ τὸ Πάσχα τιθεὶς νόμον, καταθύεσθαι μὲν προστέταχε τὸν ἀμνὸν, πλὴν «Ἐν οἰκίᾳ βρωθήσεται,» φησὶ, «μιᾷ, καὶ οὐκ ἐξοίσετε τῶν κρεῶν αὐτοῦ ἔξω.» Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστὸς, ἀλλ' εἷς ὁλοκλήρως καὶ ἐν ἑκάστῳ καὶ ἐν πᾶσίν ἐστι, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, συλλέγων ἡμᾶς εἰς ἕνωσιν τήν τε πρὸς ἀλλήλους ἐν ὁμοψυχίᾳ, καὶ τὴν δι' ἑαυτοῦ πρὸς Θεὸν ἐν Πνεύματι. Ὅτι τοίνυν οὐ μερισμοῦ πρόξενος, ἀλλ' ἑνώσεως πρὸς ἡμᾶς ὁ Χριστοῦ γέγονε θάνατος, ἐδήλου πλαγίως τὸ θύεσθαι μὲν τὸ στρουθίον, οὐ μὴν καὶ εἰσάπαν ἀποκείρεσθαι τοῦ σπονδούλου τὴν κεφαλήν· ὅτι δὲ ἁγιάζει τὴν Ἐκκλησίαν τῷ ἰδίῳ αἵματι, κατασημήνειεν ἂν, τὸ τῷ αἵματι τοῦ στρουθίου καταραίνεσθαι τὴν σκηνὴν καὶ τὰ ἐν αὐτῇ. Μία δὲ τρυγὼν ὑπὲρ ἁμαρτίας, καὶ μία πάλιν, εἰς ὁλοκαύτωμα, νοεῖται δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, καὶ ἀποθνήσκων ὑπὲρ ἡμῶν, καὶ εἰς ὀσμὴν εὐωδίας ὁλοκαυτούμενος τῷ Πατρὶ, καὶ μὴν καὶ ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς ἑαυτὸν ἀνατιθείς. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ὑποβιβάζει γε μὴν ὁ νόμος καὶ εἰς τὸ λίαν εὐπόριστον τῆς θυσίας τὸν τρόπον· καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις ποιεῖσθαι προστάττει, τὸν ἐπὶ τοῖς ἀρίστοις ὄκνον ὑποτεμνόμενος πανταχῆ, καὶ ἀπροφάσιστον καθιστὰς τοῖς ἑλοῦσι τὸ ῥᾴθυμον. Γράφει δὲ ὧδε πάλιν· «Ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει τὸ δῶρον αὐτοῦ, περὶ οὗ ἥμαρτε, τὸ δέκατον τοῦ οἶφι σεμιδάλεως περὶ ἁμαρτίας. Οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτῷ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστὶ, καὶ οἴσει αὐτὴν πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ' αὐτῆς πλήρη τὴν δράκα αὐτοῦ, τὸ μνημόσυνον αὐτῆς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίου, ἁμαρτία ἐστί. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτεν ἀφ' ἑνὸς τούτων, καὶ ἀφεθήσεται αὐτῷ. Τὸ δὲ καταλειφθὲν ἔσται τῷ ἱερεῖ, ὡς θυσία τῆς σεμιδάλεως.» Ἀλλ' ἔν γε δὴ τούτοις, περὶ Χριστοῦ μὲν οὐκέτι, τὴν δὲ τοῦ προσάγοντος ζωὴν, καὶ τὴν ἐν Χριστῷ πρόσοδον, καὶ τὴν εἰς Θεὸν ἀφιέρωσιν, ὁ τῆς θυσίας ἡμῖν ὑποφαίνει τρόπος. Προσφέρεται μὲν γὰρ σεμίδαλις ἄρτου γένεσις. Ζωῆς δὲ τύπος, ὁ ἄρτος· ἀλλ' οὔτε λιβάνῳ καταπάττεσθαι δεῖν αὐτὴν, οὔτε μὴν ἐλαίῳ δεδεῦσθαι λέγει, σοφήν τε καὶ ἀναγκαίαν τοῦ τοιοῦδε τὴν ἀφορμὴν εὖ μάλα προαναφωνῶν, ὅτι περὶ ἁμαρτίας ἐστὶν, ἧς ἂν εἴη πάντη τε καὶ πάντως ἀπωτάτω τὸ ἱλαρὸν, ὡς ἐν ἐλαίῳ νοούμενον, καὶ μέν τοι τὸ εὐῶδες, ὡς ἐν λιβάνῳ τυχόν· εἴη δ' ἂν οὐκ ἀμφίλογον, ὅτι χρῆμα στυγνὸν καὶ ἄοσμον ἀληθῶς, ἡ ἐν ἡμῖν ἁμαρτία. Καταπλουτήσει δὲ ἐφ' 68.973 ἑαυτῇ, τῆς ἀρετῆς ἀεί πως τὸ ἱλαρὸν, δι' ἐλπίδος τῆς εἰς Θεὸν πολὺ τὸ εὐῶδες ἐχούσης, ὡς ἐν πιότητι δηλονότι τῇ νοητῇ. Τύπος οὖν ἄρα ζωῆς, τῆς μὴ ἐχούσης τὸ ἱλαρὸν καὶ εὐωδίας ἐρήμης, ἡ λιβάνου δίχα καὶ ἐλαίου σεμίδαλις, ἀλλ' ἐν Χριστῷ καὶ αὐτὴ μεταστήσεται πρὸς τὸ ἱλαρόν. ∆έχεται δὲ καὶ τὸ εὐῶδες ἐν πίστει, καὶ προσφέρεται τῷ Θεῷ δι' αὐτοῦ, τοῦ διασμήχοντος τοὺς μεμολυσμένους, καὶ ἀπονίζοντος νοητῶς τοὺς ἐναλόντας ἀκαθαρσίᾳ. «∆ράξεται γὰρ,» φησὶν, «ὁ ἱερεὺς ἀπὸ τῆς σεμιδάλεως, καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων Κυρίῳ.» Ἐν Χριστῷ γὰρ ἡμῶν ἡ προσαγωγὴ, καὶ δι' αὐτοῦ προσίεμεν οἱ μεμολυσμένοι. ∆ικαιούμεθα δὲ διὰ πίστεως, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατιθέμεθα τῷ Πατρὶ, ἑαυτοὺς μὲν οὐκέτι, Χριστὸν δὲ τὸν ἐν ἡμῖν, εὐωδίαν ἔχοντες τὴν πνευματικήν. {ΠΑΛΛ.} Ἀτρεκὴς ὁ λόγος. {ΚΥΡ.} Καὶ πρός γε δὴ τούτοις, καὶ εἰ γένοιτό τινας προσκροῦσαι Θεῷ, καὶ ὑφελέσθαι τι τῶν ἡγιασμένων, εἴτ' οὖν