De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
οἴκει.» Εἰς ἑπτὰ δὲ τοῦτο ἡμέρας ποιεῖν ἐκέλευσεν ὁ Μωσῆς· τὸ ἐν παντὶ δὲ χρῆναι καιρῷ Θεῷ προσεδρεύειν ἐπείγεσθαι, τοῦ ἑπτὰ σημαίνοντος, οἱονεὶ γάρ πως τὸ διόλου καὶ διὰ παντὸς φησίν. Εἴσω δὲ ὄντας σκηνῆς ἐντέλλεται τηρεῖν τὰ φυλάγματα Κυρίου, τῆς παρὰ Θεῷ προσεδρείας καρπὸν, τὸ εὐπειθὲς ὑποφαίνων, καὶ τὸ δρᾷν ἐθέλειν ἅπερ ἂν ἕλοιτο νομοθετεῖν. Προσεδρευτέον ὧδε τῷ πάντων ∆εσπότῃ, πρὸς αὐτό που τὸ λοῖσθον τῶν κακῶν τῆς ἐπ' ἀγαθοῖς ῥᾳθυμίας ἐκτελευτώσης ἀεί· προσεπήνεγκε γὰρ ὁ Μωσῆς ταύτῃ τοι, καθάπερ ἐγᾦμαι, τὸ, «Ἵνα μὴ ἀποθάνητε.» {ΠΑΛΛ.} Ὀρθῶς ἔφης. {ΚΥΡ.} Τετελειωμένος δὲ ἤδη πρὸς ἱερουγρίαν ὁ Ἀαρὼν ἄρχεται πληροῦν τὰ νενομισμένα. Καὶ τίνα δὴ τρόπον, φέρε δὴ λέγωμεν. Γέγραπται γὰρ πάλιν ἐν τῷ Λευιτικῷ· «Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωσῆς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὴν γερουσίαν Ἰσραὴλ, καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου. Καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον, λέγων· Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα, καὶ μόσχον, καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου, καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν. Καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ, καὶ ἔστησαν ἔναντι Κυρίου, καὶ εἶπε Μωσῆς· Τοῦτο τὸ ῥῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου. Καὶ εἶπε Μωσῆς τῷ Ἀαρών· Πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου, καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ, καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ, καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος.» Λεπτὸν, ὦ Παλλάδιε, τοῖς ἱεροῖς Γράμμασι τὸν νοῦν ἐνιεὶς περιαθρήσεις εὖ μάλα κἀν τῷδε διαφανὲς τὸ Χριστοῦ μυστήριον. {ΠΑΛΛ.} Τίνα τρόπον; {ΚΥΡ.} Ἐν ἡμέρᾳ γὰρ ὀγδόῃ καταλήγει μὲν ὥσπερ τοῦ ἱερᾶσθαι Μωσῆς. Ἄρχεταί γε μὴν ὁ Ἀαρὼν, 68.768 πλὴν οὐ σεσίγηκεν ὁ Μωσῆς, καίτοι διᾴττοντος ἤδη πρὸς τὰ τῆς ἱερωσύνης ἔργα τοῦ Ἀαρών. Χρόνος γὰρ δὴ τῆς ἱερωσύνης Χριστοῦ νοοῖτ' ἂν εἰκότως ὁ μετὰ τὸν νόμον, τοῦτ' ἔστιν, ἡ ὀγδόη, καθ' ἣν ἡ ἀνάστασις, καὶ ἀρχή τις ὥσπερ αἰῶνος νέου. Καινὴ γὰρ κτίσις ἐν Χριστῷ, κατὰ τὸ γεγραμμένον. Ἀναδεδειγμένου δὲ ἤδη Χριστοῦ κατὰ τὴν ὀγδόην, καταλήγει μὲν τὰ Μωσέως· οὐ γὰρ ἐν τύποις ἔτι καὶ σκιαῖς λατρεύομεν· ἥ γε μὴν ἐννόμῳ παίδευσις οὐ σεσίγηκε, πνευματικὸς γὰρ ὁ νόμος τοῖς πνευματικοῖς, καὶ ἀεὶ τὸ Χριστοῦ λαλεῖ μυστήριον. Ἐπηγγέλλετο μὲν οὖν ὁ Μωσῆς κατὰ τὴν ὀγδόην ἡμέραν ὀφθήσεσθαι τὴν δόξαν Κυρίου. Προαναπεφώνηκε γὰρ ὁ νόμος τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν χρόνον. Προσεπιτάττει δὲ πάλιν, πρότερον μὲν ὑπὲρ ἑαυτοῦ τὸν Ἀαρὼν θυσίας ἐπιτελεῖν· μετὰ δὲ τοῦτο, τὰς ὑπὲρ παντὸς τοῦ λαοῦ, τύπον, οἶμαι, τὸ χρῆμα τιθεὶς τοῖς καθ' ἡμᾶς ἤδη πως, καὶ ὑποφαίνων εὖ μάλα καὶ σαφῶς, ὅτι τοῖς ἐξειλεγμένοις εἰς ἱερωσύνην, καὶ τοῖς τὸν ἐν πίστει δεχομένοις ἁγιασμὸν, πρέποι ἂν εἰκότως τὸ ἁγίους τε εἶναι καὶ ἱερούς. Τίς δ' ἂν γένοιτο τῆς προσαγωγῆς ὁ τρόπος, ὡς ἔνι δηλώσομεν. Μοσχάριον οὖν ὑπὲρ ἁμαρτίας καὶ καθαρισμοῦ τῶν ἱερουργούντων ἐσφάζετο. Προχεομένου δὲ τοῦ αἵματος τῷ ἁγίῳ θυσιαστηρίῳ, τεθυμιαμένων δὲ καὶ τῶν ἐντοσθίων, πυρὶ τὸ ἐπίλοιπον κατεφλέγετο σῶμα. Κριὸς δὲ δὴ πάλιν τὸ ὁλοκαυτούμενον ἦν, κατά γε τὸν συνήθη νόμον τῆς ὁλοκαυτώσεως· χίμαρος δὲ τὸ θῦμα πρὸς ἀποκάθαρσιν ἁμαρτίας τοῦ λαοῦ· μοσχάριον δὲ καὶ ἀμνὸς, τὰ εἰς ὁλοκαύτωσιν, κριός τε καὶ μόσχος εἰς θυσίαν σωτηρίου, ἐπιτεθειμένης τῷ θυσιαστηρίῳ καὶ τῆς σεμιδάλεως, εἰ καὶ μὴ πάσης τυχὸν, ἀλλὰ δρακὸς καὶ ἐκ μέρους. Εἶτά φησιν, ὅτι «Καὶ ἐξάρας Ἀαρὼν τὰς χεῖρας ἐπὶ τὸν λαὸν, ηὐλόγησεν αὐτοὺς, καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας, καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου, καὶ εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐξελθόντες