De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
προεστηκότα, καὶ καταπιαίνοντα μὲν εὐλογίαις ταῖς ἄνωθεν, διαφανεστάτῃ δὲ λίαν στεφανοῦντα τιμῇ, καὶ διαβοήτοις αὐχήμασι πλουσίως κατακαλλύνοντα. Ἢ οὐκ ἀληθεύει, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω;» {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Ἀποπεραίνει γε μὴν τὰ εἰς δόξαν Θεοῦ πᾶς τις οὖν, οἶμαι, νεανικὸς, καὶ ἐπησκηκὼς ἀνδρείαν τὴν πνευματικὴν, καὶ ἀντανίστασθαι μεμελετηκὼς ὁρατοῖς τε καὶ ἀοράτοις ἐχθροῖς, ἑαυτόν τε καὶ ἑτέρους ἀνασώζειν εἰδὼς, καὶ ἐν Θεῷ πάντα δυνάμενος. {ΠΑΛΛ.} Σύμφημι. {ΚΥΡ.} Βούλει δὴ οὖν αὐτὸ δὴ τοῦτο καταθρῶμεν εὖ μάλα, καθάπερ ἐν πίνακι σκιαγραφηθὲν, ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἀβραὰμ ἐπωφελεστάτοις ἡμῖν διηγήμασιν; {ΠΑΛΛ.} Ἑλοίμην ἂν σφόδρα. Πῶς γὰρ οὔ; {ΚΥΡ.} Γέγραπται τοίνυν, ὡς κατῴκει τε καὶ κατηυλίζετο μὲν ἐν Σοδόμοις ὁ Λώτ· ἐπειδὴ δὲ τὴν γῆν 68.353 δεινὸς καὶ βαρὺς κατέθει πόλεμος, τῶν τε ἀγχοῦ, καὶ τῶν ἐκ τῆς ὁμόρου χώρας, ὁμοῦ τοῖς ἡγεῖσθαι λαχοῦσι κατὰ κράτος ἑλόντων τὴν πόλιν, συναπεκομίζετο τοῖς ἐξαναστᾶσιν ὁ Λὼτ, καὶ ὁμοῦ τοῖς ἄλλοις δορύληπτος ἦν· παραγενόμενος δέ τις τῶν ἀνασεσωσμένων, «Ἀπηγγέλη,» φησὶν, «Ἀβραὰμ τῷ περάτῃ, αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ τοῦ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ. Ἀκούσας δὲ Ἀβρὰμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ. Καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως ∆άν· καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ. Καὶ ἐπάταξεν αὐτοὺς, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰ, ἥ ἐστιν ἐν ἀριστερᾷ ∆αμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτοῦ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς Χοδολλογομὸρ, καὶ τῶν βασιλέων τῶν μετὰ αὐτοῦ εἰς τὴν κοιλάδα τοῦ Σαβῆ. Τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων. Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ ὑψίστου· καὶ εὐλόγησε τὸν Ἀβρὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβρὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην μοῖραν ἀπὸ πάντων. Εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβράμ· ∆ός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Εἶπε δὲ Ἀβρὰμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβρὰμ, πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ' ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβρὰμ ἐν ὁράματι τῆς νυκτὸς, λέγων· Μὴ φοβοῦ, Ἀβρὰμ, ἐγὼ ὑπερασπίζω σου, ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἀβρὰμ, ∆έσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲχ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ· καὶ εἶπεν Ἀβράμ· Ἐπειδὴ ἐμοὶ οὐκἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος· ἄλλος ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου.» Ὁρᾷς τῶν ἁγίων τὸ ἕτοιμον εἰς εὐτολμίαν, καὶ ὅπως ἔχουσι τὸ τληπαθὲς ἐθελούσιον; Ἅμα γὰρ ἐπύθετο κεκινδυνευκότα τὸν Λὼτ, κατηλέει μὲν εὐθὺς τοῦ προσγενοῦς τὴν συμφορὰν, ἁρπάσας δὲ τοὺς οἰκογενεῖς, καί τινας τῶν συνωμοτῶν, 68.356 οὐκ ὄντας Ἑβραίους, ἐχώρει ῥᾳδίως κατὰ τῶν λελυπηκότων, καὶ κατεχειροῦτο μὲν εὐκόλως, ἀπήλλαττε δὲ τῆς αἰχμαλωσίας, αὐτόν τε τὸν ἀδελφόπαιδα Λὼτ, καὶ τοὺς ὑπὸ χεῖρα πεσόντας τῶν κεκρατηκότων. Εἶτα λοιπὸν, ὡς νενικηκότι τὴν αὐτῷ