De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καὶ πρέπον, τοῖς γε ὅλως ὀρθὰ φρονεῖν ᾑρημένοις, ἀκριβεῖς καὶ ἀπεξεσμένους τὰς ἐφ' ὅτῳ οὖν τῶν ἀναγκαίων ποιεῖσθαι πεύσεις; {ΠΑΛΛ.} Φημί. {ΚΥΡ.} Κλῶνας δὴ οὖν ἐλαιῶν θαλῷ βρύοντας ἁπαλῷ καὶ νεοθαλεῖ τεθεαμένος ὁ προφήτης, ἐλαίας αὐτοὺς, καὶ οὐκ ἐξ ἐλαιῶν ὠνόμαζε κλάδους. Εἶτα σεσιώπηκεν ὁ θεσπέσιος ἄγγελος, τὴν ἐμφρονεστέραν καὶ 68.612 ἀληθῆ περιμένων πεῦσιν· ἐπειδὴ δὲ διεγηγερμένος, δύο κλάδους ἐλαιῶν ὠνόμαζε λοιπὸν, καὶ ἀναμαθεῖν ἐλιπάρει, τίνος ἂν εἴη σύμβολα ταυτὶ ἐδιδάσκετο παραχρῆμα, τοῦ ἀγγέλου λέγοντος· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς.» Υἱοὺς δὲ πιότητος δύο, τόν τε ἐξ Ἰσραὴλ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν ἀπεκάλει λαὸν, οὓς καὶ τῷ Κυρίῳ πάσης τῆς γῆς παρεστάναι φησὶ, σαφῶς τε καὶ ἐναργῶς εἰς τύπον Χριστοῦ, τὸ ἐπὶ τῇ λυχνίᾳ τέχνημα τιθεὶς, ἧς οἱ κλάδοι τῶν ἐλαιῶν, εἰς δεξιά τε καὶ εὐώνυμα, καὶ οἱονεὶ τὴν ἐν κύκλῳ λαχόντες στάσιν τῷ ἐλαίῳ καταπιαίνονται, ὅ ἐστιν ἁγίου Πνεύματος τύπος, τὸν τῶν πιστευόντων κατάρδοντος νοῦν, κατὰ τὸ, «Ἐν ἐλαίῳ ἐλίπανας τὴν κεφαλήν μου.» {ΠΑΛΛ.} Εἶτα τί μὴ μᾶλλον ἐλαίας αὐτὰς, κλῶνας δὲ μᾶλλον ἐλαιῶν ἀπεκάλει; {ΚΥΡ.} Ὅτι, ὦ ἑταῖρε, καθάπερ ἐξ ἐλαιῶν μόσχια λεπτὰ καὶ ἀρτιθαλεῖς ἐξῄρηνται κλάδοι, μόνον δὲ οὐχὶ μεταβοθρεύονται μετὰ πίστεως εἰς εὐσέβειαν οἱ πεπιστευκότες, οἱ μὲν ἐκ τῆς Ἰουδαίων ὄντες συναγωγῆς, οἱ δὲ, τῆς ἐξ ἐθνῶν πληθύος ἐξῃρημένοι· πεπιστεύκασι γὰρ οὐχὶ πάντες οἱ ἐξ Ἰσραὴλ, οὔτε μὴν ἅπασα τῶν ἐθνῶν εἰσέφρησεν ἡ πληθύς. Κλάδοι τοίνυν ἐλαιῶν, οἱ ὡς ἐκ δένδρων ἀπεσπασμένοι πληθύος Ἰουδαϊκῆς, καὶ μὴν καὶ Ἑλληνικῆς, καὶ ἐν φωτὶ τῷ θείῳ γεγενημένοι, καὶ ἐνσπαταλῶντες ἤδη πως τῇ τοῦ ἁγίου Πνεύματος ἀφθονωτέρᾳ χύσει. Τοῦτο γὰρ οἶμαι δηλοῦν, τὸ, ὡς ἐν μυξωτῆρσι τῶν λύχνων τοὺς τῶν ἐλαιῶν κεῖσθαι κλάδους, ὧν καὶ ὁ μακάριος Ψαλμῳδὸς διαμέμνηταί που, πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἀναμελῳδῶν τε καὶ λέγων περί τε τῆς συνηρμοσμένης αὐτῷ νύμφης, τουτέστι, τῆς Ἐκκλησίας, καὶ τῶν ἐν πίστει τέκνων αὐτῆς· «Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.» Ζωοποιούμεθα γὰρ ἐν μεθέξει Πνεύματος, καὶ ἐν ἁγίᾳ τραπέζῃ Χριστοῦ, τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένοι. {ΠΑΛΛ.} Ναὶ λέγεις ὀρθῶς· «Ἐγὼ γάρ εἰμι,» φησὶν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» {ΚΥΡ.} Ἀλλὰ λυχνίας μὲν πέρι, καὶ τῶν ἐν αὐτῇ, ταυτὶ πρὸς ἡμῶν εἰς παρὸν εἰρήσεται. Ἴτω δὲ ὁ λόγος ἐπὶ τὸ χαλκοῦν ἤδη θυσιαστήριον, τῆς κατὰ νόμον λατρείας, τὸ χρειωδέστατον. «Ποιήσεις γὰρ,» φησὶ, «θυσιαστήριον ἐκ ξύλων ἀσήπτων. Πέντε πήχεων τὸ μῆκος, καὶ πέντε πήχεων τὸ εὖρος. Τετράγωνον ἔσται τὸ θυσιαστήριον, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ· καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν, ἐξ αὐτοῦ ἔσται τὰ κέρατα, καὶ καλύψεις αὐτὰ χαλκῷ, καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ, καὶ τὸν καλυπτῆρα αὐτοῦ, καὶ τὰς φιάλας αὐτοῦ, καὶ τὰς κρεάγρας αὐτοῦ, καὶ τὸ πυρεῖον αὐτοῦ, πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ.» Πεντάπηχυ μὲν οὖν εἰς εὖρός τε καὶ μῆκος 68.613 τὸ θυσιαστήριον. Ἔδει γὰρ, ἔδει μέτρων αὐτῷ, καὶ λίαν ἀφθονωτάτων. Σχίσαι τε γὰρ ἐπ' αὐτῷ καὶ βοῶν ἔμελλον ἀναφέρεσθαι τμήματα, καὶ ὁλοκαυτώσεις, οἰῶν τε καὶ τράγων ἀναφοραὶ καθιερουμένων Θεῷ. Ταύτῃτοι χαλκῆ καὶ ἐσχάρα καὶ πυρεῖον αὐτῷ, κρεάγραι τε καὶ φιάλαι, καὶ πάντα αὐτοῦ τὰ σκεύη, ὡς ἂν δύναιντο ταῖς κατὰ νόμον θυσίαις, τὴν παρά γε σφῶν αὐτῶν εἰσκομίζοντα χρείαν, ταῖς τοῦ παμφάγου πυρὸς μὴ καταφθείρεσθαι προσβολαῖς. Στεφάνην δὲ καὶ τὰ ἐπὶ ταῖς γωνίαις κέρατα, τῷ τοῦ σχήματος κάλλει προσθήσομεν. Ἄχαρι γὰρ οὐδὲν παρὰ τῷ πανσόφῳ Θεῷ. Πλὴν, ἐκεῖνο πάλιν δὴ φέρε λέγωμεν, ἀκριβῆ τὸν νοῦν ἐπερείδοντες τοῖς ἐφ' ἑκάστῳ τεθεσπισμένοις. Θυσιαστήριον προστέταχε ταῖς κατὰ νόμον θυσίαις ἐοικὸς καὶ πρέπον, ἀλλ' οὐδὲν ἐν αὐτῷ χρυσοῦν, καθάπερ ἀμέλει, καταθεῷτό τις ἂν ἐπὶ τῆς κιβωτοῦ, λυχνίας τε αὖ καὶ τραπέζης, καὶ τῶν ἀμφ' αὐτήν. {ΠΑΛΛ.} Τί δὴ οὖν ἄρα καὶ