De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀνήνασθαι τὸ ἐπηγγελμένον, καὶ μηδὲ παραχρῆμα προσενεγκεῖν, καὶ τὸ ῥᾴθυμον ἐν τούτοις, λήθης ἔγκλημα παθεῖν, διακαθαίρει πάλιν. Γέγραπται γὰρ ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἢ ἂν λάθῃ αὐτὴν λήθη, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου σίκλων, τῷ σίκλῳ τῶν ἁγίων, περὶ οὗ ἐπλημμέλησε· καὶ ὃ ἥμαρτεν ἀπὸ τῶν ἁγίων, ἀποτίσει αὐτὸ, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ, καὶ δώσει αὐτὸ τῷ ἱερεῖ, καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτοῦ ἐν τῷ κριῷ τῆς πλημμελείας, καὶ ἀφεθήσεται αὐτῷ.» Πάνδεινον γὰρ ἀληθῶς, τὸ ὑφελέσθαι τι τῶν ἡγιασμένων καὶ ἀνατιθεμένων εἰς δόξαν Θεοῦ. Ἐν ἴσῳ δὲ τρόπῳ διαβεβλήσεται, καὶ οὐκ ἐν μικραῖς αἰτίαις, τὸ μὴ ἀποτίσαι τὰ ἐπηγγελμένα. «Τέκνον γὰρ,» φησὶν, «ἐὰν εὔξῃ εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αβίδ· «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Ἐκολάζοντο δὲ καὶ οἱ Ἠλεὶ παῖδες, ὑποκλέπτοντές τινα τῶν ἁγίων, καὶ σφετεριζόμενοι τὰ τοῦ Θεοῦ. Τίς οὖν ἂν γένοιτο καὶ τοῦδε τυχὸν ἡ ἄφεσις; Ἢ πῶς ἂν ἐκλύσοιεν αἰτίας τὸν πόδα, καὶ ἀπαλλάττοιτό τις; Πρῶτον μὲν εἰ πλουσιωτέραν τῶν ὑφαιρεθέντων ποιοῖτο τὴν ἀντέκτισιν· Προσθήσει γὰρ τὸ ἐπίπεμπτον, φησὶν, εἶτα κριὸν εἰς θυσίαν εἰ προσοίσειεν ὠνητόν. Τύπος ἂν εἴη τὸ χρῆμα, Χριστοῦ, ὃν οἱ τῶν Ἰουδαίων προεστηκότες ἐξεπρίαντο τρόπον τινὰ, τριάκοντα δηναρίων, ἃ τῷ προδότῃ κατέθεντο μαθητῇ. Οὐκοῦν ἐν Χριστῷ, καὶ τῶν εἰς Θεὸν αἰτιαμάτων, ἡ ἄφεσις. Ὅτι δὲ καὶ τῶν εἰς ἀνθρώπους ἀδικημάτων ἀπαλλάξειεν ἂν αὐτὸς, ἀταλαίπωρον ἰδεῖν, τὸν γείτονά τε καὶ ἐφεξῆς ἀνεγνωκόσι νόμον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδοῦσα παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσεται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ 68.976 ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις. Καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ, καὶ πλημμελήσῃ, καὶ ἀποδῷ τὸ ἅρπαγμα, ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα, ὃ ἠδίκησεν, ἢ τὴν παραθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν, ἣν εὗρεν ἀπὸ παντὸς πράγματος, οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ, τίνος ἐστὶν, αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ, καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ Κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον, τιμῆς, εἰς ὃ ἐπλημμέλησε. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησε καὶ ἐπλημμέλησεν ἐν αὐτῷ.» Ὁρᾷς τῆς ἀποκαθάρσεως ἐν ἴσῳ τρέχοντα, καὶ πληρούμενον δι' ἀμφοῖν τὸν τρόπον; Ἐκτίσει γὰρ δὴ σὺν πλεονασμῷ, καὶ κριοῦ προσαγωγῇ· τά τε εἰς Θεὸν ἐγκλήματα, τά τε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἀποκρούεσθαι δεῖν ὁ νόμος εὖ μάλα διεκελεύετο. Μερικὴ δὲ οὔτι που δικαίωσις ἐν Χριστῷ, τελεία δὲ μᾶλλον τοῦ κατασπιλοῦν εἰωθότος ἀπόνιψις· τοιγάρτοι καὶ ἔφασκεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Εἰ δὲ τὸ κρίνεσθαι διαπέφευγεν, ὁ τὴν ἐν πίστει δικαίωσιν εἰσποιητὴν ἔχων διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη λέγειν ὡς διέδρα τὰ ἐγκλήματα· καὶ τρόπος αἰτιαμάτων ἰσχύσειεν ἂν οὐδεὶς, κατά γε τοιοῦδε, φημί. «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Οὐκοῦν τοῖς λελυπημένοις τῶν ἀδελφῶν, διὰ πραγμάτων ἀπολογούμενοι, τὴν ἐν Χριστῷ δικαίωσιν ἑτοιμοτάτην εὑρήσομεν. Οὕτω καὶ Ζακχαῖος ὁ τελώνης κεκλημένος εἰς ἀποστολὴν, οὐχ ὡς ἕψεται μόνον τῷ κεκληκότι κατεπηγγέλλετο, ἀλλὰ καὶ πάντα ὅσα ἂν ἠδίκησεν ἀποδώσειν ἐν τετραπλῷ. Χρῆναι γὰρ οἶμαι τοὺς μέλλοντας ἔν γε δὴ σφίσιν αὐτοῖς ἔνοικον διὰ τοῦ Πνεύματος ποιεῖσθαι Χριστὸν, προαπονίζεσθαι ῥύπους, καὶ προαποσμήχειν ἐγκλήματα, λαμπρὰν δὲ οὕτω καὶ ἀκηλίδωτον