De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀπερικάθαρτος ἔτι, τῷ τῆς ἱστορίας πάχει κατηχθισμένος, καὶ ὥσπερ εἰκαῖον συρφετὸν περικείμενος τὴν σκιάν. Χρόνους δὲ τρεῖς εἶναί φημι, τὸν Μωσέως, τὸν Ἰησοῦ, τὸν Κριτῶν· καιρὸς μετ' ἐκείνους τέταρτος ἦν, καθ' ὃν ὁ λαμπρὸς τῶν ἁγίων προφητῶν ἀνέφυ χορός. Τότε γέγονεν ὁ τοῦ νόμου καρπὸς ἅγιός τε καὶ αἰνετός. Ἤρξατο γὰρ ἐκ προφητῶν ἁγίων, ἀθετεῖσθαι τὰ ἐν νόμῳ, καὶ οὐδὲ ὀνομάζεσθαι τὰ ὡς ἐν σκιαῖς, κηρύττεσθαι δὲ φανερῶς ἡ ἀλήθεια, καὶ τῆς Χριστοῦ παρουσίας ἐπαινεῖσθαι τὸ μυστήριον. Καὶ γείτων εὐθὺς ὁ πρόδρομος ἦν, ἀνακεκραγώς τε καὶ λέγων· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὐκοῦν ἐν τετάρτῳ χρόνῳ πρὸς ἀρχὰς τοῦ διακαθαίρεσθαι τὰ ἐν νόμῳ γέγονε, καὶ ἦν ἤδη πως ὁ καρπὸς ἅγιος. Πλὴν, ἐν πέμπτῳ βρώσιμος, καθ' ὃν ἡ Χριστοῦ παρουσία μαρτυρουμένη διά τε τοῦ νόμου καὶ διὰ τῶν προφητῶν. ∆ιὰ τοῦτό φησιν, «Ἔσται ὁ καρπὸς αὐτοῦ πρόσθεμα ὑμῖν.» Πρὸς γὰρ τοῖς εὐαγγελικοῖς κηρύγμασι καὶ ἡ νομικὴ παίδευσις πρὸς θεωρίαν ἠγμένη πνευματικὴν τοῖς φιλομαθέσι χρειωδεστάτη· καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ, ὅτι «Πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά·» καινὰ λέγων, τὰ Εὐαγγέλια, καὶ παλαιὰ δὲ, τὰ ἐν νόμῳ, τὴν ἐν Χριστῷ γνῶσιν ἡμῖν οὐκ ἀγεννῶς συνεισφέροντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΝΝΑΤΟΣ.
Περὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ Ἐκκλησίας.
Ἀγάπης μὲν οὖν εἰς Θεόν τε καὶ ἀδελφοὺς περιφανῆ τὰ αὐχήματα, καὶ ἀποπεραίνεται μὲν δι' ἀμφοῖν 68.589 ὁ νόμος. εὐκλείας γε μὴν εἰς τοῦτο κατηντηκὼς ἅπας τις οὖν, λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξεται, Χριστοῦ βοῶντος καὶ λέγοντος, «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἰσελεύσεται γὰρ δὴ καὶ μάλα ἑτοίμως εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσεται, τοῖς ὑπὲρ νοῦν καὶ λόγον ἐντρυφῶν ἀγαθοῖς. Τοιουτονί τι καὶ ὁ προφήτης Ἡσαΐας φησίν· «Οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσα- λὴμ, πόλεις πλουσίας, σκηνὰς, αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσι.» Παράγει μὲν γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, κατὰ τὰς Γραφάς. Ἑδραιοτάτη δὲ σφόδρα καὶ ἀκράδαντος πάντως ἡ τῶν ἐσομένων ἐλπίς. Ἀλλὰ τούτων ἁπάντων λυομένων, καθὰ καὶ τοῦ Σωτῆρος διισχυρίσατο μαθητὴς, ποταμοὺς δεῖ εὑρεθῆναι ἡμᾶς, ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ, πνευματικαῖς μὲν θυσίαις καταγεραίροντας ὡς Σωτῆρα καὶ Λυτρωτὴν, ἱερὰν δὲ καὶ ἀπόλεκτον, καὶ τοῖς εὐαγγελικοῖς συμβαίνουσαν νόμοις ἐπιτηδεύοντας πολιτείαν· καθάπερ ἀμέλει τοῖς ἀρχαιοτέροις ὁ νόμος τὴν οὕτω σεπτήν τε καὶ ἀξιόληπτον ἐσκιαγράφει ζωήν· μηλοσφαγεῖν ἐπιτάττων, καὶ τὰς δι' αἱμάτων ποιεῖσθαι προσαγωγὰς, δεκάτας τε καὶ ἀπαρχὰς ἀφιεροῦν τῷ Θεῷ, καὶ πρὸς τούτοις ἔτι χαριστήρια. Πλὴν, οὐκ ἔξω ταυτὶ τῆς ἁγίας πράττεσθαι δεῖν ἐνομοθέτει σκηνῆς. Ἀπόλεκτον δὲ τὸ ἐκ Λευῒ γένος ἀνετίθει τῷ Θεῷ, τύπον ἡμῖν καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ χρῆμα τιθείς. Κεκλήμεθα γὰρ καὶ ἡμεῖς παρά γε ταῖς θείαις Γραφαῖς «γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.» Εἰσελαύνομεν δὲ καὶ εἰς σκηνὴν τὴν ἀληθεστέραν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος, τοῦτ' ἔστι τὴν Ἐκκλησίαν, οὐ διὰ μόσχων καὶ τράγων ἐκμειλισσόμενοι τὸν τῶν ὅλων